Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 124
ΚΑΤΗΧΗΣΙΣ ΡΚΔ΄.
Περὶ τοῦ μὴ ἀνοίγειν ἡμᾶς θύραν τοῖς πάθεσιν· ἀλλ᾽ ἔξω τῶν ἀτόπων ἐπιθυμιῶν ὑπάγειν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἱκανὸς χρόνος παρελήλυθεν ἀφ᾽ οὗπερ διεκόπημεν τῆς συνήθους κατηχήσεως, καὶ τῆς ἐν τοῖς ἀλλήλοις εὐταξίας ἐκ τοῦ ὦδε κακεῖσε περιφέρεσθαι τῇ τῶν Ἀγαρηνῶν ἐπιδρομῇ. Ἀλλ᾽ ἐπειδὴ προστετάγμεθα εὐλογεῖν τὸν κύριον ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, μηδ᾽ ἐνταῦθα ἀμελῶς διακείμεθα· ἀλλὰ καθ᾽ ὅσον οἷον τε ἐχώμεθα καὶ καταστάσεως καὶ μελέτης καὶ ἐργασίας καὶ τῆς ἐν τοῖς ἄλλοις ἀγαθῆς ἀναστροφῆς λαμβάνοντες ὑπόδειγμα τῶν ἀοράτων τὰ ὁρώμενα. Εἰ γὰρ δέει τοῦ μὴ ἐμπεσεῖν ἡμᾶς εἰς χεῖρας τῶν Ἀγαρηνῶν ἀπεδράσαμεν οὐδέπου διατρίβοντες, πόσῳ γε μᾶλλον ὀφείλομεν φόβῳ τοῦ μὴ ὑποχειρίους ἡμᾶς γενέσθαι τοῖς ἀοράτοις ἐχθροῖς ἀναχωρῆσαι πολλῷ μακρότερόν τε καὶ ἀσφαλέστερον;
Τίς δὲ ἡ ἀναχώρησις; Ἡ ἁμαρτίας φυγή· ἐφ᾽ ἧς ὡς ἐκ ῥομφαίας πᾶσαν ψυχὴν σπεύδει ὁ διάβολος κατέδεσθαι· ἣν φύγωμεν, ἀδελφοί μου, ὅτι μάλιστα καὶ μέχρι διαλογισμῶν· ἐκ γὰρ διαλογισμῶν πρόεισιν εἰς λόγους, καὶ ἀπὸ λόγων τελευτᾷ εἰς ἐνέργειαν πρακτικήν. Χαλεπὸν δὲ καὶ δυστέκμαρτον ἡμᾶς ἁλῶναι ἐν διαλογισμοῖς ἀτόποις· ἀλλ᾽ εἰ καὶ καταληφθῶμεν, θᾶττον σπεύδωμεν αὐτοὺς ἀποσκευάζεσθαι διὰ προσευχῶν, διὰ δακρύων, διὰ πόνων καρδιακῶν τῶν ἐν φόβῳ θεοῦ τικτομένων, ὡς ἂν μὴ τῇ παρατάσει ἀπεργάσωνται θάνατον, καὶ τοῦτο καθεκάστην. Ἀεὶ ὁ ἀκήρυκτος ἐν ἡμῖν πόλεμος· καὶ οὐκ ἐνὸν διαφυγεῖν ἄλλως, ἢ τῇ πολλῇ καὶ ἀνενδότῳ ἐπιστασία τοῦ νοῦ μετὰ τῆς ἄνωθεν ἐπικουρίας.
Οὐχ ὁρῶμεν οἷος ταῖς τρισὶν ἡμέραις ταύταις διεγέρθη ἐν θαλάσσῃ κλύδων; οὕτως ἐστι καὶ ὁ τῶν παθῶν, καὶ πολλῷ γε μᾶλλον χαλεπώτερος, ὅσον καὶ περὶ ψυχὴν τὸ συμβαῖνον ναυάγιον. Ἀλλ᾽ ἐκείνου μὲν αἴτιος ὁ θεὸς, ὃς πρὸς τὸ συμφέρον ἐπάγει τοὺς ἀνέμους κατὰ καιρὸν ἐν τῇ θαλάσσῃ· τοῦδε ἡμεῖς ἐσμὲν αἴτιοι. Ἔξεστι γὰρ ἡμῖν ὡς ἐν λιμένι καὶ εὐδίᾳ διάγειν μὴ ἀνοίγουσι θύραν τοῖς πάθεσιν· ἐὰν δὲ ἀνοίξωμεν, πνεύουσιν ἡμῖν τὰ πνεύματα τῆς πονηρίας, καὶ ἐγείρεται ὁ κλύδων μέγας, καὶ οὐκ ἂν τύχοιμεν σωτηρίας, εἰ μὴ θᾶττον καταστείλωμεν τὴν ταραχήν.
Τίς οὖν χρεία ταράττεσθαι καὶ κλυδωνίζεσθαι ἡμᾶς καὶ ὑποφόβους τυγχάνειν ναυαγίου; Τί δὲ οὐκ ἀπολαύομεν εἰρήνης γαληνιαίας, ἀλλ᾽ αὐθαίρετον ἑαυτοῖς ἐπισπώμεθα περιστατικὸν ὄλεθρον; Οὐχὶ ἀφροσύνην καταγραφόμεθα τοὺς ἐν καιρῷ τοῦ κλύδωνος ἐκβαίνοντας ἀπὸ λιμένος καὶ καταποντιζομένους τοῖς κύμασι; Πολλῷ οὖν μᾶλλον ἡμᾶς αὑτοὺς ἀφρονεστέρους ἡγησώμεθα ἐπαφιέντας ἑαυτοὺς τῷ τῶν παθῶν κλύδωνι; Ποῖον γὰρ οὐκ ἂν διεγείρῃ κλύδωνα ἡ πονηρὰ ἐπιθυμία ἐμπνέουσα ἡμῶν ἐν τῇ καρδίᾳ; Οὐχὶ περιφέρει ἡμᾶς ὦδε κακεῖσε συμπνίγουσα οἱονεὶ καὶ ὑποβρυχίους ἐπεργαζομένη; Οὐχὶ τὸ αὐτὸ ὁ φθόνος ἐξίστησι τὸν νοῦν, τιτρώσκων τὴν καρδίαν σὺν τῷ σώματι; Οὐχὶ τὸ αὐτὸ ἡ ἀπιστία σκοτεῖ τὴν ψυχὴν πάρετον αὐτὴν ποιουμένη; Οὐχὶ ἁπλῶς ἓν ἕκαστον τῶν ἄλλων παθῶν τῆς κατὰ φύσιν ἕξεως ἀλλοιοῖ καὶ ἀλογοδέστερον τὸν ἄνθρωπον παρίστησι;
Φύγωμεν οὖν, ἀδελφοὶ, φύγωμεν τὰ ὀλέθρια πάθη· ὡς ἂν μὴ ῥηθείη καὶ περὶ ἡμῶν ἐκεῖνο ὃ φησὶν ὁ θεός· Οὐ μὴ μείνῃ τὸ πνεῦμά μου ἐν αὐτοῖς διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Σάρκας δ᾽ οὐχ ἁπλῶς εἴρηκεν, ἐπεὶ καὶ αὐτὸς ὁ θεὸς λόγος σὰρξ ἐγένετο· ἀλλὰ τὸ σαρκικὸν δηλονότι φρόνημα τὸ ἐμπεπαρμένον ἐν ταῖς ἀτόποις ἐπιθυμίαις δίκην κτηνῶν, καὶ μὴ τὴν ἔφεσιν ἐπὶ θεὸν ἀναφέρων· ἡμεῖς θεῷ ἀναθέντες καθὰ τὸ ἡμῶν πολίτευμα τὸ ἐν οὐρανοῖς, ὅπερ ὑπάρχει γεγραμμένον. Ἀκουσώμεθα μᾶλλον· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. Οὗ τί ἂν εἴη μακαριώτερον, οὐ μόνον κατὰ τὸν μέλλοντα αἰῶνα, ἀλλὰ καὶ κατὰ τὸν παρόντα, ἔξω ἀτόπων ἐπιθυμιῶν ὑπάρχειν καὶ μὴ ὑπὸ σαρκὸς διοικεῖσθαι, ἀλλὰ πνεύματι ἄγεσθαι; Τοῦτο ἡ μακαριότης· τοῦτο ἡ εὐδαιμονία· τοῦτο ἡ ἀγγελικὴ πολιτεία. Ὁ τοιοῦτος ἐν κόσμῳ λόγον ζωῆς ἐπέχων· ὁ τοιοῦτος δεσπότης κόσμου, ἐμφορούμενος θείαις ἐμφάσεσιν· ἕτοιμος πρὸς τὴν ἔξοδον, ἀφόβητος ἀπὸ θανάτου.
Οὕτως οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, καθ᾽ ὅσον οἷόν τε ἀγωνισώμεθα γενέσθαι· δυνατὸν γὰρ εἰ ὁλοτελῶς θελήσωμεν· καὶ οὕτως γιγνόμενοι κἀνταῦθα ἀπολαύσομεν θυμηδίας ἐφ᾽ ὅλῃ τῇ ζωῇ ἡμῶν· καὶ ὁπόσα καὶ ποικίλα θλιπτικὰ κατὰ σάρκα συμπίπτουσιν, ἐν τε τῷ μέλλοντι αἰῶνι κληρονομήσομεν βασιλείαν οὐρανῶν σὺν πᾶσι τοῖς ἁγίοις ἀπολαύοντες τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.