Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 125
ΚΑΤΗΧΗΣΙΣ ΡΚΕ΄.
Περὶ ὑπακοῆς καὶ τοῦ μετὰ πίστεως καὶ ἐν καρδίᾳ, ἐπὶ πάσῃ διακονίᾳ προθυμεῖσθαι.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Δεδοικὼς τὸ κρῖμα τοῦ τὸ τάλαντον ἐν τῇ γῇ κρύψαντος, πρὸς ὅν φησιν ὁ Κύριος· Δοῦλε πονηρὲ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. Ἀναγκαίως φθέγγομαι ταῦτα τὰ βραχέα ῥήματα. Ὑμῶν δέ ἐστι λοιπὸν τῶν καλῶν τῶν τραπεζιτῶν, εἰς ἔργον προαγαγεῖν τὰ λεγόμενα· ἅπερ χάριτι θεοῦ καὶ προάγετε διὰ τῆς ἀγαθῆς ὑμῶν ὑποταγῆς· ὅμως ὅτι εἰσί τινες ἐν ὑμῖν, οἵ τινες οὐ μόνον τὸ δοθὲν προσεξεργάζονται, ἀλλὰ καὶ ὅπερ ἔχουσι μικροῦ δεῖν ἀπολυοῦσιν. Τίνες δ᾽ ἂν εἶεν οὗτοι; Οἱ τὰς διακονίας παραιτούμενοι, καὶ τὸ συγχώρησον ἀντί τινος δικαιώματος προβαλλόμενοι.
Τί λέγεις, ἀδελφέ; Μέχρι θανάτου τὴν ὑπακοὴν ἐπηγγείλω, καὶ νῦν παραιτῇ τὴν διακονίαν περὶ ἣν εὐφυῶς ἔχεις ἐκ χάριτος θεοῦ; Ἀλλ᾽ ὅτι φησὶ, δέδοικα διαπλεῖν τὴν θάλασσαν· ἐξ ἀπιστίας ἐκεῖ φοβούμενος φόβον, οὗ οὐκ ἔστι φόβος. Εἰ γὰρ πεποιθὼς ἦς τῇ ὑπακοῇ, οὐ μόνον διαπλεῖν τὴν θάλασσαν, ἀλλὰ καὶ γυμνὸς τῷ σώματι χωρεῖν κατὰ τοῦ ὕδατος, μιμούμενος τὸν ἀοίδιμον ἐκεῖνον ὑποτακτίτην, ὃς τῇ πατρικῇ ἐντολῇ ἐπερειδόμενος, οὐκ ἔδεισε τὸν φοβερὸν ἐκεῖνον ποταμὸν περάσαι, ἀλλὰ διαπεράσας ἔμεινε μηδὲν παθὼν ὡς ἐκστῆσαι τοὺς ἐπιβλέποντας. Ὑπακοὴ τοίνυν καὶ θηρία ὑποτάσσειν οἶδε· καὶ μάρτυς τοῦ λόγου, ὁ ἐκ πατρικῆς προσταγῆς δεσμεύσας τὴν ὑαῖναν.
Ὑπακοὴ καὶ ἐν νεκροῖς θαυματουργεῖ· καὶ τοῦτο ἐδίδασκε ὁ ἐκ τάφου φωνήσας Ἀκάκιον.
Καὶ τί τοῦτο κἀκεῖνο λέγω; Αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, τὴν σωτήριον τοῦ κόσμου οἰκονομίαν ἀπειργάσατο.
Καὶ τοιαῦτα μὲν τὰ τῆς ὑπακοῆς κατορθώματα· τὰ δὲ τῆς ἀπειθείας ἐγκλήματα βούλει μαθεῖν; Ἐννόησον τὸν Ἀδὰμ· ὃς ἐπειδήπερ ἤκουσε θεοῦ τῆς ἀπειρημένης βρώσεως ἀπογευσάμενος, θάνατον εἰς τὸν κόσμον εἰσήγαγεν. Ἐννόησον τὸν Σαοὺλ· καὶ εὑρήσεις καὶ αὐτὸν παρακούσαντα τοῦ ἁγίου Σαμουὴλ, καὶ ὁμοῦ μὲν τὴν βασιλείαν, ὁμοῦ δὲ καὶ τὴν ζωὴν εἰς τὰ ὄρη τὰ Γελβουὲ ἀπορρίψαντα. Ἐννόησον πρὸς τούτοις καὶ τὸν ἄνθρωπον τοῦ θεοῦ ἐκεῖνον· ὃς τῇ ἀπάτῃ τοῦ ψευδοπροφήτου εἰς τὸ παρακοῆς ἔγκλημα ἐμπεπτωκὼς, λέοντι κατάβρωμα παραδίδοται. Τί δὲ Πέτρος ὁ μακάριος ἀπόστολος; Οὐχὶ παραιτησάμενος νίψασθαι ὑπὸ τοῦ Κυρίου δι᾽ εὐλάβειαν, ἀκούει· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ. Τί δαὶ ὁ ἐν τῷ ἁγίῳ Εὐθυμίῳ τὴν τοῦ κτηνίτου διακονίαν ἀπαναινόμενος, δι᾽ ἧς ἐδώκει εὐλόγους προφάσεις, οὐχὶ παρ᾽ αὐτὸ αὐτὰ ἤφρισε τὰ δαιμόνια κληρωσάμενος; Τοιοῦτον τὸ κρῖμα τοῦ παραιτουμένου τὴν διδομένην διακονίαν· τοῦ ἀντιλέγοντος. Ἀντιλογίας γὰρ διεγείρει πᾶς κακὸς ὑποτακτίτης· ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα εἰκότως πέμπει αὐτῷ. Ὅλως ἐπειδὴ ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, ὁ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη, καὶ ὁ μὲν ἐπέχει τόπον ὀφθαλμοῦ· ὁ δὲ ᾠτὸς, ὁ δὲ ῥινὸς, ἄλλος γλώσσης, ἕτερος χειρὸς, καὶ ἄλλος ποδός. Ἐὰν οὖν μὴ πάντα τὰ μέλη τὰ οἰκεῖα ἐνεργῇ, ἀλλὰ φιλονεικοίῃ ὁ ὀφθαλμὸς ἀκούειν, καὶ τὸ οὖς ὀσφραίνεσθαι, καὶ ἡ ῥὶς φθέγγεσθαι, καὶ ἡ γλῶσσα χειραπτεῖν, καὶ ἡ χεὶρ βαδίζειν· οὐχὶ τὸ ὅλον σῶμα οἰχήσεται καὶ διαφθαρήσεται; Οὐκοῦν ἐπεὶ ταῦτα οὕτως ἔχει, ἕκαστος τὴν διακονίαν αὐτοῦ πληροφορείτω· καὶ ὃ ἔλαβε χάρισμα παρὰ θεοῦ λυσιτελείτω πρὸς τὸ κοινῇ συμφέρον, ἐννοῶν ὅτι ἐν χειρὶ θεοῦ τὰ ἡμέτερα· καὶ οὔτε διὰ τὸ ἐν θαλάσσῃ πλεῖν, πάντως ἐκεῖσε τελευτᾶν, οὔτε ἐν γῇ διὰ τὸ ἐκεῖσε κατοικεῖν· ἀλλὰ καθὼς ὁ ἀγαθὸς ἡμῶν Θεὸς πρὸ καταβολῆς κόσμου ὤρισε, καὶ χρόνον καὶ τόπον καὶ τρόπον, τὸ ἕκαστον ἀποβήσεται τέλος.
Καὶ ταῦτα διῆλθον, οὐ τοσοῦτον διὰ τοὺς περὶ ὧν ὁ λόγος· ἤδη γὰρ ἔλαβον αὐτοὺς δι᾽ ὑπακοῆς, ἀλλὰ διὰ πάντας τοὺς ἀκροωμένους, ἵνα προσέχωμεν ἀσφαλῶς· καὶ ἃς ἐπαγγελίας ὑπὸ μάρτυρι θεῷ καὶ τοῖς ἐκλεκτοῖς ἀγγέλοις ἐδώκαμεν, ταύτας ἐναργῶς ἀποπληρῶμεν, καὶ μὴ ἀναδύεσθαι κἂν θανάσιμον ἢ τὸ ἐπιταττόμενον. Οὕτως γὰρ κελεύουσιν οἱ Πατέρες, καὶ πρὸ γε πάντων ὁ μέγας Βασίλειος, καὶ οὕτως διαζῶντες, οὐκ ἀποθανούμεθα τῇ ἁμαρτίᾳ, ἀλλὰ ζήσομεν τῇ δικαιοσύνῃ, καὶ τύχωμεν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.