Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 126

ΚΑΤΗΧΗΣΙΣ ΡΚϛ΄.
Ὅτι ἀεὶ τοῖς ἐσταυρωμένοις τῷ κόσμῳ διὰ τῆς ἀληθινῆς ἀποταγῆς καὶ ὑποταγῆς περιχαρῶς ἔχειν τὴν διάζευξιν τοῦ σώματος.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Βραχὺ μὲν ἠσθένησα ἐπὶ τοῦ παρόντος· ὅμως ὅτι ἐσαλεύθη μου ἡ καρδία, καὶ ἔδοξα χωρίζεσθαι ἀφ᾽ ὑμῶν· Τί γὰρ ἔτι καὶ πόσον ἐπιβιώσομαι χρόνον ὁ ταπεινός; Ὁρᾶτε ὅτι καὶ τὸ γῆρας κατεπείγει καὶ οἱ συγχρονοί μου παρῆλθον, καὶ κατὰ τὸ ἀκόλουθον τὸ ἐμὸν τέλος παρίσταται· Τί οὖν λυπηθῶμεν ἐν τούτῳ; Μὴ γένοιτο. Λυπείσθωσαν μὲν γὰρ, εἰ βούλονται, οἱ κατὰ σάρκα ζῶντες, χωριζόμενοι γυναικῶν τε καὶ τέκνων παίδων τε καὶ παιδίσκων, κτημάτων τε καὶ χρημάτων καὶ τῶν λοιπῶν ἐπιθυμιῶν τοῦ τῇδε βίου, ὑφ᾽ ὧν καὶ ἀλίσκονται. Ἡμῖν δὲ, οἷς ὁ κόσμος ἐσταύρωται, καὶ μόνος ὁ σταυρὸς περίεστι διὰ τῆς ἀληθινῆς ἀποταγῆς, οὐ λυπηρὸν, ἀλλὰ χαροποιοῦ ὀφείλει εἶναι τὸ τῆς κοιμήσεως μυστήριον.

Καὶ τί λέγω ὑμῖν; ἀλλὰ καὶ πᾶσι χριστιανοῖς ὀφειλόμενόν ἐστι περιχαρῶς ἔχειν τὴν διάζευξιν. Πρὸ μὲν γὰρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατακρατῶν ὁ θάνατος καὶ βασιλεύων τοῦ γένους τῶν ἀνθρώπων διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, φοβερὸς ἦν καὶ δυσάντητος καὶ αὐτοῖς τοῖς ἁγίοις· ἀφ᾽ οὗ δὲ ὁ Χριστὸς ἡ πάντων ζωὴ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, ἐγκαινίσας ἡμῖν ὁδὸν ζῶσαν καὶ πρόσφατον διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καθὼς γέγραπται· κατεπόθη ὁ θάνατος εἰς νῖκος· καὶ οὐκ ἔτι τελευτῶντες καταγόμεθα εἰς ἄδου βασίλεια· ἀλλ᾽ ἀνακομιζόμεθα εἰς βασιλείαν οὐρανῶν· οὔτε μὴν καθεύδημεν ἐν σκοτεινοῖς καὶ σκιᾷ θανάτου, ἀλλὰ πορευόμεθα εἰς φῶς ἀτελεύτητον καὶ εἰς ζωὴν ἀπήμονα, ἣν ἐπηγγείλατο ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

Οὐκ οὖν φευκτὴ ἡ μετάστασις· ἀλλὰ καὶ λίαν ἀσπαστὴ· καὶ τοσοῦτον, ὅσον ἂν εἴημεν ἐν ἑτοιμασίᾳ καρδίας παρασκευασμένοι· Δεινὸν γὰρ, ἀδελφοὶ, ἐν καιρῷ ἐξόδου ἀνακαλεῖσθαι τὸν παρελθόντα χρόνον, καὶ ἐπιζητεῖν ἡμέρας ζωῆς πρὸς κτῆσιν κατορθωμάτων. Δεινὸν τοῦτο καὶ παγχάλεπον. Ὁ γὰρ οὕτως καταληφθεὶς δηλονότι ταραχθήσεται καὶ περισταθήσεται σφόδρα, οὐκ ἔτι ὡς ἐπὶ ἀμοιβῇ ἀγώνων· ἀλλ᾽ ὡς εἰς ἔκτισιν ἁμαρτιῶν τοῦ σώματος προερχόμενος. Καὶ φοβερὸν τὸ ὅραμα ἀπαντήσεται αὐτῷ· ὅπερ, ἵνα μὴ πάθωμεν ἡμεῖς, ὑπομιμνήσκω καὶ δέομαι, ἕτοιμοι ἀεὶ ὦμεν πρὸς τὴν ἔξοδον, πᾶσαν ἡμέραν ἡγούμενοι, τελευταίαν τοῦ βίου ἡμῶν, καθὼς ὑπὸ τοῦ ἁγίου Ἀντωνίου διδασκόμεθα. Εἰ γὰρ οὕτως ὑποτιθέμεθα, οὐδέποτε ἐσώμεθα διαλελυμένοι οὐδὲ παρειμένοι, οὐδὲ ῥάθυμοι, οὐδὲ ἄπρακτοι, οὐδὲ ἀντίλογοι, οὐδὲ ἀπειθεῖς, οὔτε ἀφηνιασταὶ, οὔτε γελωτοποιοὶ· μᾶλλον μὲν οὖν εὐπειθεῖς, εὐήνιοι, εὐκατάνυκτοι, καὶ εὐαίσθητοι, πραοῖ, καὶ εἰρηνικοὶ, εἰλικρινεῖς, καὶ ἀπρόσκοποι, εἰς πᾶν ὅ τι οὖν ἀγαθὸν προαιρούμενοι κατὰ μίμησιν τῶν ἁγίων. Οὕτω γὰρ αὐτοὶ πολιτευσάμενοι ἐπέτυχον τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν.

Καὶ ταῦτα διῆλθον οὐχ ὑμᾶς μόνον, ἀλλὰ καὶ ἐμαυτὸν ἀσφαλιζόμενος· ὅπως τῇ τοιαύτῃ παρασκευῇ διαζῶντες ἐν καιρῷ ἐξόδου εὑρεθῶμεν ἄφοβοί τε καὶ ἀδείλαντοι, ἐπιφθεγγόμενοι τὰ τοῦ Δαυῒδ· Ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐεργέτησέ σε. Καὶ τὸ· Εὐαρεστήσω ἐνώπιον κυρίου ἐν χώρᾳ ζώντων. Ἧς καὶ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·