Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 127

ΚΑΤΗΧΗΣΙΣ ΡΚΖ΄.
Περὶ τοῦ θαρσαλέως καὶ ἀνδρείως ἐνίστασθαι πρὸς τοὺς ἀναπτομένους ἀνθρωπίνους πειρασμοὺς.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Οὐκ ἄκαιρον τὸ λαλεῖν, καὶ ἀκούειν κοινωφελῶς· οὐδὲ εἰς μάτην ἡμῖν ἡ ὑπὲρ τοῦ καλοῦ προετοιμασία καὶ παρασκευή. Εἰ γὰρ καὶ τοῦτο ποιοῦντες, ἐπειδὴ νῦν τεθρύλληταί τι ἐν ἄστει περὶ τῆς πίστεως, εὐθέως ἐταράχθημέν τε καὶ ἐθορυβήθημεν· πόσῳ γε μᾶλλον εἰ ἀμελέτητοι ἦμεν ἐξέστημεν ἂν καὶ ἐξηπορήθημεν περισσοτέρως. Διὰ τοῦτο καλὸν τὸ διαλέγεσθαι καὶ προκαταρτίζεσθαι, ὡς ἂν σὺν θεῷ εὔπρακτα ἡμῖν ἀπαντήσοι τὰ ἐπ᾽ αὐτοῖς τοῖς πράγμασιν ἀγωνίσματα. Τί δὲ τὸ λεγόμενον; Μετὰ σύνοδον πονηρὰν τὴν προσεχῶς ἐπὶ καταστροφῇ τῆς πίστεως ἐκτελεσθεῖσαν μετὰ ἀναθεματισμόν τῶν μακαρίων Πατέρων ἡμῶν, μετὰ διωγμὸν δωδεκαετερίζοντα· μετὰ ἐξορίας τε καὶ διαρπαγὰς, μετὰ φυλακάς τε καὶ δεσμὰ, μετὰ πληγάς τε καὶ θανάτους καὶ οἰκουμενικὴν περιδόνησιν, ὡς οὐδενὸς ἤδη γεγονότος καινοῦ, ἑλκόμεθα ὑπὸ τῶν κρατούντων συνᾶραι λόγον μετὰ τῶν ἀρχηγῶν τῆς ἀσεβείας. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καταδέξασθαι κριτὰς τῶν μεταξὺ ἀλλήλων λεγομένων τε καὶ ἀντεξαγομένων τοὺς ἐν τέλει προύχοντας· οἷς οὐ θέμις παρακύπτειν εἰς τὰ ἡμέτερα, ὡς φησί που ὁ θεολόγος Γρηγόριος· μὴ ὅτι γε ἐπὶ τῶν θείων δογμάτων κριτὰς αὐτοῖς προσίεσθαι.

Ἄρχουσι μὲν γὰρ μάχαιρα ἀπονενέμηται ὑπὸ τοῦ θεοῦ. Φησὶ γὰρ· οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Καὶ οὐκ εἰκῆ τὴν μάχαιραν φορεῖ ἔκδικός ἐστι τῷ τὸ κακὸν πράσσοντι, ὥσπερ καὶ σύνεργος τοῖς εὐπράττουσιν. Ἀποστόλοις δὲ τοῖς ἁγίοις ἡ πνευματοκίνητος ἐξουσία τῶν τε θεουργῶν δογμάτων, ἀφορισμῶν τε καὶ λύτρων· Εἰρήκει γὰρ πρὸς αὐτοὺς ὁ θεὸς· Λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων δὲ κρατῆτε, κεκράτηνται. Καὶ αὖθις· Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.

Δῆλον δὲ ὅτι ὥσπερ αὐτοῖς εἴρηται καὶ τοῖς αὐτῶν διαδόχοις ἀμοιβαδὸν μέχρι τοῦ δεῦρο συνεκπεφώνηται. Οὐκοῦν τὸ ἐπὶ τῶν τοιούτων ἄρχοντας κριτὰς προσίεσθαι ἀποκρίνειν ἐστι τοὺς ἀποστόλους τῆς δεδομένης αὐτοῖς παρὰ τοῦ Πνεύματος ἐξουσίας; Πῶς δὲ καὶ δύναιται ἂν ἐφικνεῖσθαι τῶν ὑψηλῶν τῆς ἀληθείας δογμάτων, μὴ ἐν τελειότητι βίου κατηρτισμένοι; τοῦ Ἀποστόλου ἤδη λέγοντος. Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν τὴν σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην· ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν; Εἰ τοίνυν καὶ νῦν ἐπὶ τῆς ἀχράντου αὐτοῦ εἰκόνος δοκείῃ ἀρχοντικὸν κριτήριον, οὐδέν ἐστι ἄλλο λέγειν, ἢ πάλιν ἰουδαϊσμὸν, καὶ Πιλάτου κριτήριον. Ἀλλὰ γὰρ καὶ τὸ μὴ θέλειν ἡμᾶς εἰς λόγους ἐλθεῖν μετὰ τῶν ἀσεβῶν, καὶ τοῦτο θεόκριτον. Φησί γὰρ. Μὴ δότε τὰ ἅγια τοῖς κυσὶν· μὴ δὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ἐπομένως δὲ ὁ θεσπέσιος Παῦλος παραγγέλλει μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Συνέπεται δὲ καὶ ὁ θεοφόρος Ἰγνάτιος λέγων. Προφυλάσσω ὑμᾶς ἀπὸ τῶν θηρίων τῶν ἀνθρωπομόρφων αἱρετικῶν· οὓς οὐ μόνον δεῖ ὑμᾶς μὴ παραδέχεσθαι, ἀλλ᾽ ἢ δυνατὸν, μὴ συναντᾶν. Καί γε ἕκαστος τῶν ἁγίων, ἵνα μὴ ἐντείνοιμι, τὴν κατήχησιν, τὰ αὐτὰ διαμαρτύρηται. Πῶς οὖν τούτων οὕτως διαγορευομένων παραβάται τῶν θείων διαταγῶν γενέσθαι ἐπ᾽ ἀμφοτέροις τοῖς προκλήμασιν; Οὐδαμῶς, κἂν θάνατος πρόκοιτο.

Διὰ τοῦτο, ἀδελφοὶ, ἀναγκαίως παραιτούμεθα οὐχ ὅτι ἠσθενηκὼς ἡμῖν ὁ λόγος τῆς ἀληθείας ἐπιβουλομένοις τοῖς βασιλεῦσιν· ἕτοιμοι ἐσμὲν πρὸς ἀπολογίαν κατὰ τὴν κελεύουσαν ἐντολὴν τὸν τῆς πίστεως λόγον παραστήσασθαι χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ περιζωννύοντος δύναμιν τοὺς ἀσθενοῦντας, καὶ λόγον διδόντος καὶ τοῖς ἀγλώττοις· τουτέστι θρυλλούμενον δρᾶμα. Ὑμεῖς δὲ ἀνδρίζεσθε καὶ κραταιοῦσθε τῷ πνεύματι, μὴ πτοούμενοι ὑπὸ τῶν ἀντικειμένων· ἀλλ᾽ εἴπερ ἐστε Χριστοῦ στρατιῶται περιβαλλόμενοι τὰ ὅπλα τῆς πίστεως ἡμῶν, στήκετε ἑδραῖοι καὶ ἀμετακίνητοι. Καὶ εἰ ὁ στρατιώτης ἔχων τὸν στρατηγοῦντα ἐμπειροπόλεμον καὶ τροπαιοῦχον οὐκ οἶδε δεδεῖναι, ἀλλὰ συμπροθυμεῖσθαι καὶ συναγωνίζεσθαι· πόσῳ γε μᾶλλον ἡμεῖς ὀφείλομεν εἶναι θαρσαλεώτεροι ἔχοντες τὸν τῶν ἄνω δυνάμεων κύριον καὶ πάσης κτίσεως ἐξουσιαστὴν συνασπιστὴν καὶ σύναθλον πρὸς τοὺς ἀναπτομένους ἀνθρωπίνους πειρασμούς; Θαρσεῖτε φησὶν ὁ κύριος· ἐγὼ νενίκηκα τὸν κόσμον. Θαρσήσωμεν τοί γὰρ οὖν καὶ ἡμεῖς· καὶ πεποιθότες ἐσώμεθα, ὅτι νικήσωμεν σὺν αὐτῷ τῷ κατὰ πάντων τὸ κράτος ἔχοντι· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·