Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 128

ΚΑΤΗΧΗΣΙΣ ΡΚΗ΄.
Περὶ ὑποταγῆς καὶ ἐκκοπῆς θελήματος.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Πλήττειν μὲν οἶδεν ὁ κατηχητικὸς λόγος τοὺς ἐλλιπεῖς ὄντας τῇ ἀρετῇ· ἀλλὰ καὶ θεραπεύειν πάλιν ἐπίσταται. Αὐτὸ γὰρ τοῦτο τὸ λυπεῖσθαι ἐπὶ τῇ ἐλλείψει τῶν ὀφειλόντων κατορθωθῆναι, κατόρθωσιν ἐμποιεῖν πέφυκε ἀνεπαισθήτως τῇ ψυχῇ. Ἡ γὰρ κατὰ θεὸν λύπη, ὥς φησιν ὁ ἀπόστολος, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Ἐπισκεψώμεθα δὲ, εἰ δοκεῖ, ἐν τίσιν ἐστι τὸ λυποῦν ἡμᾶς· ὅτι ἐπισυνίστανται ἡμῖν πονηροὶ λογισμοὶ, πολεμίων δίκην, πολιορκεῖν τὴν ψυχὴν ἡμῶν ἐπειγόμενοι. Ἀλλὰ γέγραπται· ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ πόλεμος ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Ἀλλ᾽ ὅτι βαρὺς ὁ τῆς ὑπακοῆς ζυγὸς; ἀλλὰ πάλιν γέγραπται· Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· ἐπὶ τῷ αὐτῷ καταμόνας δουλεύει τῷ κυρίῳ. Καὶ αὖθις· ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον ἐλαφρόν ἐστί. Ἀλλ᾽ ὅτι οὐδὲν ἔχει ἰδιόκτητον ἡ ὑποταγή; ἀλλὰ καὶ τοῦτο ἀποστολικόν. Ἰδοὺ γὰρ ἡμεῖς, φησιν, ἀφήκαμεν πάντα, καὶ ἀκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Καὶ ἡ ἐπαγγελία ὡς φοβερά τε καὶ ὑπερένδοξος; Μὴ γὰρ οὐκ ὁμοίως καὶ ὑμεῖς ἀφέντες πάντα ἠκολουθήσατε τῷ κυρίῳ; Οὐχ ὁ μὲν κατέλιπε γονεῖς, ὁ δὲ ἀδελφοὺς, ἕτερος γυναῖκα καὶ τέκνα, ἄλλος οἰκίαν, ἕτερος ἀγροὺς, οἱ πάντες τὸ μεῖζον πάντων, τὰ θελήματα; Ὅπερ ἐστι δυσκατόρθωτον ἐν ἀνθρώποις· διότι κἂν νηστείαν ἐπιτεταμένην εἴποι τις, κἂν ἀγρυπνίαν, κἂν χαμευνίαν, κἂν ἀλουσίαν, κἂν μόνωσιν, κἂν ὅ τι οὖν ἄλλο τῶν θείων σπουδασμάτων, αὐτεξουσίῳ θελήματι γίνεται τοῦ κατεργαζομένου. Τὸ δὲ αὐτεξουσίῳ θελήματι γιγνόμενον κἂν φύσει βαρύ ἐστι, ἀλλ᾽ οὖ τῷ θελήματι εὐμαρῶς διανύεται; Τὸ δὲ ἐκκοπῇ τοῦ θελήματος πραττόμενον, εἰ καὶ δόξειεν εἶναι κοῦφον, ὅμως δυσχερῶς διαπράττεται. Ὅπερ αἱματεκχυσίαν οἱ ἅγιοι πατέρες ἡμῶν ὡρίσαντο καὶ κατόρθωμα τοῦτο οὐδενός ἐστιν ἄλλου, ἢ μόνου τοῦ ἀληθινοῦ ὑποταττομένου· ὃς καὶ δύνατ᾽ ἂν εἰπεῖν σὺν τῷ Ἀποστόλῳ· Ζῶ δὲ, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ἐφ᾽ ὅσον γὰρ τῷ ἰδίῳ θελήματι ζῇ, διὰ μέσου τοῦ καθηγουμένου θελήματος, ζῇ τῷ θεῷ. Ἀλλὰ καὶ μιμητής ἐστιν αὐτοῦ τοῦ εἰπόντος· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐκ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.

Ὁρᾶτε οἷον τὸ ὕψος τῆς πολιτείας; οὐ Χριστομίμητον; οὐκ ἀποστολικόν; Μὴ τί ἐγὼ κολακεύων ὑμᾶς εἰμὶ; Οὐδαμῶς· αὐτὴ ἡ ἀλήθεια μαρτυρεῖ τὸ ἀψευδὲς τοῦ λόγου. Εἰ δὲ ὅτι ἀνάπτουσιν ἐγκώμια τοῖς οὕτω τελειουμένοις οἱ ἄνθρωποι, οὐ παρὰ τοῦτο ἐλαττονοῦται αὐτῶν ἡ δόξα, ὅτι μηδὲ καθὼς ἄνθρωπος βλέπει, οὕτω καὶ ὁ θεὸς· ἄλλο μὲν τὸ τοῦ θεοῦ κρῖμα, ἕτερον δὲ τὸ τῶν ἀνθρώπων· καὶ πολλάκις ὁ ἀφανὴς τῶν δοκούντων ἐπιφανῶν εἶναι ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως περιδοξότερος ὀφθήσεται. Ἐπεὶ καὶ γέγραπται· Ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.

Οὐκοῦν χαίρετε καὶ τρέμετε· τὸ μὲν διὰ τὴν δωρεὰν τοῦ θεοῦ· τὸ δὲ διὰ τὴν περιτροπὴν τοῦ νοὸς· ὅτι οὐκ εἰς τὸ ἀεὶ αὐτοὶ διαμένομεν, καὶ κατανοῶμεν, ἀποστολικῶς εἰπεῖν, ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ἐκκακοῦντες κοπὴν θελήματος, περὶ οὗ ὁ πᾶς λόγος· μηδὲ ἐκλυόμενοι ἐν ταῖς διακονίαις, ἀλλὰ νευρούμενοι μᾶλλον τῇ προθυμίᾳ ἀλλήλων ἀνεχόμενοι· ἀλλήλων τὰ βάρη βαστάζοντες, ὡς ὁμάδελφοι, ὡς σύμψυχοι, ὡς ὁμόσωμοι. Καὶ οὕτως ἐναθλοῦντες ἡμέραν ἐξ ἡμέρας καὶ τελειοῦντες τὸν δρόμον ὑμῶν, κομεῖσθε τὸν ἀμαράντινον στέφανον τῆς δόξης, εὖ οἶδα, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·