Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 129

ΚΑΤΗΧΗΣΙΣ ΡΚΘ΄.
Ὅτι χρὴ δι᾽ ἐπιμόνου προσοχῆς ἀνταγωνίζεσθαι πρὸς τοὺς ἀοράτους ἐχθροὺς, καὶ περὶ τοῦ ἐκπεφευγέναι τῆς τῶν αἱρετικῶν κοινωνίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Βραχὺς ἡμῖν ὁ λόγος τῆς παρακλήσεως πεπονημένοις ἔργῳ τε καὶ λόγῳ· ἀλλ᾽ ὅμως ἀναγκαῖον παρακαλεῖν ὑμᾶς καὶ διεγείρειν πνευματικῶς, ὅση ἡ δύναμις. Εἰ γὰρ οἱ ἐν σταδίῳ τρέχοντες χρήζουσιν τῆς τῶν συνεπομένων ὑποφωνήσεως, καὶ οἱ ἐν πολέμοις ἀγωνιζόμενοι δέονται τῆς τῶν συμμαχούντων προθυμοποιήσεως· πολλῷ μᾶλλον ὑμεῖς οἱ πρὸς τοὺς ἀοράτους ἐχθροὺς τὸν πόλεμον ἐπανῃρημένοι ἐπιδεεῖς ἐστὲ παρακλητικοῖς λόγοις ἐπαλείφεσθαι καὶ καταρτίζεσθαι τῷ πνεύματι· οἷς καὶ ἡ πάλη οὐκ ἐν μιᾷ ἡμέρᾳ, ἀλλὰ διαπαντὸς τοῦ βίου· καὶ νικῶσι μὲν στέφανος ἀφθαρσίας ἀνεκλάλητος· ἡττωμένοις δὲ ὄνειδος αἰσχύνης ἀπέραντον.

Ἀλλὰ μήποτε πάθοιμεν, ὦ ἀδελφοὶ, μηδὲ καταισχυθείημεν ἀπὸ τῆς προσδοκίας ἡμῶν· ἀλλὰ δι᾽ ἐπιμόνου προσοχῆς καὶ ἀνενδότου ἀνταγωνίσεως ἀπενεγκοίμεθα σὺν θεῷ κατὰ τοῦ διαβόλου τὰ νικητήρια. Ἴστε γὰρ ὅτι καὶ οἱ σαρκικῶς πολεμοῦντες ὅλως εἰσὶ διεγηγερμένοι. Φασὶ γὰρ· Ἠλλοιῶσθαι αὐτῶν τὰ πρόσωπα, καὶ ἄλλους ἀντ᾽ ἄλλους φαίνεσθαι τῷ τε λελογισμένῳ θυμῷ καὶ τῇ μονοτονίᾳ τοῦ νοός. Οὐδὲ γὰρ ἐπιμιμνήσκονται κατὰ τήνδε τὴν ὥραν οὐ γυναικὸς, οὐ τέκνων, οὐ γονέων, οὐκ ἀδελφῶν, οὐκ ἄλλου τινὸς οὐδενὸς τῶν ἁπάντων· ἀλλὰ καὶ νοῦς αὐτοῖς καὶ διάνοια καὶ σῶμα τῷ πολέμῳ περίσταται. Τὸν αὐτὸν δὴ τρόπον ὠφείλομεν ἡμεῖς κατὰ τὸν ἔσω ἄνθρωπον διατίθεσθαι, καὶ μηδεμίαν πτόησιν ἔχειν πρὸς τοὺς ὑπεναντίους· ἀλλὰ θήγειν τῇ προθυμίᾳ καὶ ζέειν τῷ πνεύματι, ὡς καλοὶ στρατιῶται Χριστοῦ. Οὕτως γὰρ ὁρῶντες ἡμᾶς οἱ ἀντιμαχόμενοι ὑποχωροῦσι προσβάλλειν· ἐπὰν δὲ ἴδωσιν ὑποφόβους καὶ ἐκλελυμένους, τηνικαῦτα τείνοντες τὰ τόξα τιτρώσκουσιν ἡμῶν ψυχὴν τοῖς ἐκτόποις λογισμοῖς ὡς βέλεσιν. Ἀλλ᾽ οὐ δ᾽ οὕτως ἀπογνωστέον, ἀλλὰ πάλιν ὑγιαστέον διὰ μετανοίας· καὶ πάλιν πολεμητέον· καὶ τοῦτο εἰς ἀεί.

Τοιοῦτος γὰρ ὁ ἀόρατος πόλεμος ὁ ἐπὶ πάσης ἐκκεχυμένος τῆς οἰκουμένης καὶ εἰ βούλεσθε, ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὴν ὑπ᾽ οὐρανὸν πεπληρωμένην τῶν τοιούτων τραυμάτων. Οὐδὲ γὰρ ἀπίστους μόνον καὶ αἱρετικοὺς οὐδὲ πόρνους τε καὶ μοιχοὺς καὶ τοὺς τὰ ὅμοια ὑπὸ τὴν ῥομφαίαν αὐτοῦ τίθησιν ὁ δράκων· ἀλλὰ καὶ τοὺς ἀδιαφόρως καὶ κοινωνικῶς πρὸς αὐτοὺς ἔχοντας, εἴπερ ἀληθὴς ὁ λόγος· Ὁ ἁπτόμενος πίσσης μολυθήσεται αὐτῷ καὶ ὁ κοινωνῶν τῷ ὑπερηφάνῳ ὅμοιός ἐστιν αὐτῷ.

Ἐφ᾽ ᾧ καὶ τανῦν ἐγκαλούμεθα· διότι τινὰ τῶν ὑποκριναμένων ὀρθοδοξεῖν, κοινωνοῦντα δὲ τῇ αἱρέσι μέχρι παντὸς, ἀπηγορεύσαμεν ὑπὸ ὀρθοδόξων ἐν ἱεροῖς μνημοσύνοις ἀναφέρεσθαι κατὰ τὴν θείαν μυσταγωγίαν. Εἰ μὲν γὰρ προέφθασε, κἂν ἐν τῷ θανάτῳ, δι᾽ ἐξομολογήσεως τυχεῖν τῶν ἁγιασμάτων, ἢ ἂν ὑπὲρ αὐτοῦ ἀναφορὰν ποιεῖσθαι τὴν τῶν ὀρθοδόξων. Ἐπειδὴ δὲ κοινωνῶν τῇ αἱρέσι ἀπεβίω, πῶς δυνατὸν ἐντετάχθαι τὸν τοιοῦτον ἐν ὀρθοδόξῳ κοινωνίᾳ; Καὶ γοῦν φησιν ὁ ἱερὸς ἀπόστολος· Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοὶ ἐσμέν. Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Οὐκοῦν κατὰ τὸ ἀνάλογον καὶ ἡ κοινωνία τοῦ αἱρετικοῦ ἄρτου καὶ τοῦ ποτηρίου τῆς ἀντικειμένης μερίδος ἐστὶν· καὶ τὸ ἓν σῶμα ἠλλοτριωμένον τοῦ Χριστοῦ ἐπικοινωνοῦντας ἀπεργάζεται. Ἐπεὶ μηδὲ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ μετοχὴ δικαιοσύνης πρὸς ἀνομίαν, οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου, οὐδὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων· καθὼς ἀλλαχοῦ αὐτὸς ἐξεβόησεν. Ἀλλ᾽ ὑπὲρ μὲν τῶν τοιούτων θρηνητέον· καὶ προσευκτέον ὑπὲρ τῶν ἔτι ζώντων ἐκπεφευγέναι αὐτοὺς τῶν τοῦ διαβόλου βρόχων· ὑπὲρ ἑαυτῶν εὐχαριστέον ὅτι εἴλετο ἡμᾶς ὁ θεὸς ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος, καὶ πίστει ἀληθείας εἰς τὸ δουλεύειν αὐτῷ ἐν ὀρθοδόξῳ πίστει μέχρι τῆς παρούσης ὁμολογίας· ἢν καὶ ἀμώμως καὶ ἀκαταγνώστως ἐκτελέσαντες ἀξιώσειε τῆς ἐπουρανίου αὐτοῦ βασιλείας ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·