Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 130

ΚΑΤΗΧΗΣΙΣ ΡΛ΄.
Περὶ μνήμης θανάτου καὶ περὶ παρθενίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἄλλως μὲν ἄλλοι καιροὶ διορίζονται· ἄλλος γὰρ καιρὸς σπόρου καὶ ἕτερος θέρους· ἄλλος καιρὸς εἰρήνης καὶ ἕτερος πολέμου· ἄλλος καιρὸς πραγματείας καὶ ἕτερος ἀπραξίας. Ἐπὶ δὲ τῆς κατὰ ψυχὴν σωτηρίας πᾶς καιρὸς ἐπιτήδειος, καὶ πᾶσα ἡμέρα δεξιὰ, εἴ γε βουλόμεθα. Οὐκοῦν ἀεικίνητοι ὦμεν πρὸς τὰ καλὰ, εὐκίνητοι νεόκτιστοι εἰς ἔργον προάγοντες τὰ λεγόμενα. Οὐ γὰρ οἱ ἀκροαταί, φησι, τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Εἴ τε οὖν πόλεμος ἀόρατος πάρεστιν, πολεμητέον εὐψύχως καὶ διωκτέον σὺν θεῷ τοὺς ἐπανισταμένους ἡμῖν δαιμονιώδεις λογισμοὺς, ὡς ἂν μὴ ἐγχρονίζοντες, θάνατον ἡμῖν κατεργάσωνται. Εἴτε θερισμός ἐστιν πνευματικὸς, θεριστέον προθύμως καὶ συνακτέον εἰς τὰς πνευματικὰς ἀποθήκας τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς, ὡς ἂν μὴ λιμοκτονηθῶμεν αἰωνίως.

Καιρὸς ἂν προσευχῶν, καιρὸς δακρύων, καιρὸς καταλλαγῆς πταισμάτων, καιρὸς ἁρπαγῆς βασιλείας οὐρανῶν. Τί οὖν λοιπὸν μέλλομεν; Τί δὲ ὑπερτιθέμεθα; Τί δὲ ἀναβαλλόμεθα ἡμέραν ἐξ ἡμέρας τὴν διόρθωσιν; Οὐχὶ παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου; Οὐχὶ ἀναρίθμητοι οἱ καθ᾽ ἑκάστην ἐξοδεύοντες; Οὐχὶ οἱ τάφοι ἀνοιγόμενοι θριαμβεύουσιν τὴν ἐλεεινὴν φύσιν; Οὐχὶ ἡ γῆ ὑποδεχομένη τὰ συγγενῆ σώματα; Μὴ τί ἡμεῖς ἐπιμενοῦμεν ἕως τέλους; Οὐκ ἐννοοῦμεν πόσον πλῆθος τῆς καθ᾽ ἡμᾶς ἀδελφότητος, ἵνα τοῦτο μόνον εἴπω, ἀπελήλυθεν· Ποῦ ποτέ εἰσιν οἱ μακάριοι πατέρες ἡμῶν; Ποῦ οἱ ἀδελφοί, ἢ τε πνευματικοὶ, ἢ τε σαρκικοί; Ποῦ δὲ οἱ ὁμόχωροι; οἱ ἔταιροι; οἱ σύμψαλται; Οὐχὶ μόνον αἱ σχέσις αὐτῶν εἰσιν ἐν ἡμῖν ὀρφαναὶ τῶν πραγμάτων; ἀλλ᾽ ὡς ἕοικεν, ἐπιλήσμονες ἐσμὲν τῶν ὑποσχέσεων. Ὁπηνίκα μὲν γὰρ ἐπισταίῃ θάνατός τινος ἀδελφοῦ, ἢ πατρὸς, εὐθὺς εἰς συναίσθησιν ἐρχόμεθα, εἰς κατάνυξιν, εἰς ὀρθοπόδησιν. Ἐπὰν δὲ μικρὸς περιππεύσῃ χρόνος, ἐπιλελήσμεθα τῶν συνθηκῶν καὶ τῆς κατανύξεως. Ἀλλ᾽ οὐχ᾽ οὕτως οἱ ἅγιοι τοῦ θεοῦ, οἴ γε πάντα τὸν βίον μελέτην θανάτου ποιούμενοι καθ᾽ ἡμέραν, ἀπέθνησκον· καὶ ἰδοὺ ἔζων. Καθ᾽ ἡμέραν ἐσταυροῦντο τῷ κόσμῳ ἀποστολικῶς. Καθ᾽ ἡμέραν ἐξεδήμουν τῇ διαθέσει πρὸς τὸν θεὸν ζῶντες τὴν ὄντως μακαρίαν καὶ ἀπέραντον ζωήν.

Οὐ φοβεῖ ἡμᾶς τὸ ὑπόδειγμα τῶν δέκα παρθένων; Ἰδού, φησιν, ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Αἱ μὲν φρόνιμοι ὑπήντησαν μετὰ φαιδρῶν τῶν λαμπάδων εἰς τοὺς γάμους· αἱ δὲ μωραὶ ὀψισθεῖσαι διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων ἐβόων λέγουσαι· Κύριε, κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν· οὐκ οἶδα ὑμᾶς· καὶ ἐπάγει. Γρηγορειτέον οὖν καὶ διυπνιστέον τὴν ψυχὴν νήφειν, κατανύσσεσθαι, ἁγνίζεσθαι καθαίρεσθαι, φωτίζεσθαι, ὡς ἂν μὴ ἀφνιδίως ἐπιστὰς ὁ θάνατος ἀποκλείσῃ καθ᾽ ἡμῶν. Οὐδεὶς ὁ ἀνοίξων, ἢ βοηθήσων. Διὸ προφθάσωμεν πάντες ἑτοιμᾶσαι τὰ ἔργα τῆς ἐξόδου φίλα θεῷ. Ὀκνηρὸς διεγειρέσθω· ὁ δυσήκοος εὐεικοείτω, ὁ ὑψαύχην ταπεινούσθω· ὁ σκληρυνόμενος μαλασσέσθω· ὁ ἄδακρυς κατανυσσέσθω· ὁ ἀνεξαγόρευτος ἐξαγορευέτω· ὁ ἀργὸς ἐργαζέσθω· οἱ πάντες τὰ πάντα κοτορθοῦτε. Προσθείην δ᾽ ἂν καὶ τοῦτο· ὁ φιλογύναιος συστελλέσθω. Τί τοῦτο; Εἰς τὸ μὴ συναυλίζεσθαι ἐπὶ πολὺ καὶ συνδιατρίβειν γυναιξὶ, ἐξ οὗ ἀνάπτεται πῦρ ἁμαρτίας. Καὶ ἀκούσωμεν τῆς γραφῆς λεγούσης. Ἀποδύσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ᾽ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; Οὗτος ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον· γυνή δὲ ὕπανδρός ἐστιν καὶ ἡ παρθένος, ἢ τοι μονάζουσα, ἀλλὰ καὶ ἡ χήραν ἑαυτὴν ὁμολογησαμένη, ὧν νυμφίος ὁ κύριος τῆς δόξης.

Ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς ὦδε κακεῖσε διεσπαρμένους διὰ τὸ αὐθαιρέτως ζῆν, καὶ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, οὐ συνιέντας· ὅτι καὶ ὀφθαλμὸς εἰ σκανδαλίζει, ἐξελεῖν ὁ κύριος προσέταξεν. Μὴ ὅτι γε τοὺς ἄλλως ἔχοντας· πρὸς δὲ ὑμᾶς ἐκεῖνο ἔχω λέγειν· ὀφείλομεν ἡμεῖς, εἰ δυνατὸν, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ τύπον προκεῖσθαι ἀγαθοεργίας τοῖς ἐνδιαστρόφοις· ὅπερ χάριτι θεοῦ καὶ ἐστέ. Ἀλλὰ καὶ ἔτι εἴητε ἐλέει θεοῦ, καὶ σώζοισθε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·