Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 131

ΚΑΤΗΧΗΣΙΣ ΡΛΑ΄.
Περὶ τῆς ἐνθέου πολιτείας, καὶ τῆς μακαρίας διαγωγῆς ἡμῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἐν μὲν τοῖς προλαβοῦσι ἄλλως προήχθην ὑμῖν διαλεχθῆναι· νῦν δὲ κατ᾽ ἐρώτησιν προάγω τὸν λόγον. Καὶ δὴ πυνθάνομαι περὶ τοῦ προκειμένου ἡμῖν ἀγῶνος τῆς ἀσκήσεως. Τί λέγετε, ἀδελφοί; Ἔχομεν τὸ ζητούμενον; Ἐπελαβόμεθα τῆς αἰωνίου ζωῆς; Ἐπετυγχάνομεν τῆς σωτηρίου ἐλπίδος; ἢ μή τι διαμαρτάνομεν ἄρα τοῦ προσήκοντος; Ἐγὼ μὲν οὖν ὅσον ἐκ τοῦ φαινουμένου, οὐδὲν ὑμᾶς δοκῶ ἐλλεῖφθαι τῶν ὑποτακτικῶν θεσμῶν τε καὶ κανόνων, ὅπερ ἔστι κεφάλαιον τῆς σωτηρίας ἡμῶν. Εἴη δὲ καὶ κατὰ τὸ κρυπτόμενον σώους ὑμᾶς καὶ ἀπήμονας διαφυλάττεσθαι, ὡς ἂν δι᾽ ὑμῶν κἀγὼ ὁ ταπεινὸς τύχοιμι ἐλέους. Καί γε δῶμεν δόξαν τῷ θεῷ ἀμφότεροι· ὅτι κατηξιώθημεν τὴν ἀγαθὴν μερίδα ἐκλέξασθαι, καὶ οἷον παρακαθέζεσθαι παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἀκούειν τὸν λόγον αὐτοῦ.

Ἄλλοι μὲν οὖν μεριμνῶσι καὶ τυρβάζουσι περὶ πολλὰ· τουτέστι περὶ χρημάτων τε καὶ κτημάτων· ἡμῖν δὲ μία μέριμνα, πῶς ἀρέσωμεν τῷ κυρίῳ. Ἄλλοι στρατεύονται τῷ κάτω Καίσαρι, καὶ τοῖς τοῦ Καίσαρος ἐπιτάγμασιν δουλεύειν ἐκ παντὸς τρόπου μέχρις αἵματος καταναγκάζονται· ἡμῖν δὲ αὐθαίρετος ἡ στρατεία σὺν πάσῃ ἐλευθερίᾳ ποιοῦσι τὰ ἐντάλματα τοῦ βασιλέως Χριστοῦ, μετὰ τῆς στρατείας ἐπηγγελμένοι βασιλείαν ἀσάλευτον παραλαμβάνειν. Ἄλλοι στέλλονται ὁδὸν μακράν τε καὶ χαλεπὴν ἐπὶ κέρδει βραχεῖ τε καὶ ἐπικήρῳ· ἡμῖν δὲ πάρεστιν ἐν τῷ οἴκῳ τοῦ θεοῦ πορεύεσθαι ἐν ὁμονοίᾳ νύκτωρ τε καὶ μεθ᾽ ἡμέρας τὰς ὑψώσεις τοῦ θεοῦ ἐν τῷ λάριγγι ἀναφέρειν· κἀντεῦθεν κερδαίνειν οὐ χρυσίον ἀπολλύμενον, ἀλλὰ θησαυρὸν ἀσύλλητον καὶ αἰώνιον. Κἂν τι λυπηρὸν καὶ ἀγωνιστικὸν πρόσεστιν· εἴ τε αἰσθητῶς εἴ τε ἀοράτως καὶ γὰρ πρόσεστιν· ἀλλ᾽ ὅμως καὶ τοῦτο, ὅτι διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν ἐλπίδα ῥᾶστον ἡμῖν χαίρουσιν ἐν τῇ θλίψει, καὶ πλατυνομένοις ἐν στενοχωρίᾳ.

Τοιοῦτος γὰρ ὅδε βίος, κἂν τοῖς λυπηροῖς πρὸς ἑαυτὸν ὑφέλκουν τοὺς νοῦν ἔχοντας. Τίς οὐκ ἀγαπᾷ καὶ στέργει τοὺς γονέας; ἀλλ᾽ ὅμως ἐξ ἀγάπης θεοῦ τούτους καταλιμπάνοντες οἱ υἱοὶ τῶν ἀνθρώπων ὦδε συνελαύνονται. Τί συζυγίᾳ συναπτικώτερον; εἴ περ οἱ δύο σάρξ εἰσι μία, κατὰ τὸν τοῦ κυρίου λόγον. Ἀλλ᾽ ὅμως καὶ τούτους ἡ εὐαγγελικὴ μάχαιρα τέμνουσα, ὧδε παραπέμπει. Ἐνταῦθα καὶ δυνάστης τὴν δυναστείαν ἀποβάλλεται, καὶ πλούσιος τὸν πλοῦτον σκυβαλίζει, καὶ πτωχὸς τῆς πενίας ἐπιλανθάνεται, καὶ ὀρφανὸς τῆς ὀρφανίας ἀπαλλάττεται. Προσθείην δ᾽ ἂν καὶ βασιλεὺς τὴν πορφυρίδα ἀποτιθέμενος τούτοις συναρύθμιος γίνεται· ὁμότιμον γὰρ τὸ σῶμα τοῦ Χριστοῦ, καὶ κοινὸς ὁ λιμὴν τῆς σωτηρίας. Ἀμέλει καὶ ὁπόταν θάνατος συμβῇ, οὐ κατὰ τοὺς φιλοζώους θρῆνοι καὶ κοπετοὶ γίνονται· ἀλλ᾽ ἐν εἰρήνῃ ἡ ταφὴ τοῦ κεκοιμημένου ἔσται. Οὔτε γὰρ γυνὴ ἐπιβοᾶται, οὐδὲ παῖδες ἐπιτρίζουσιν, οὔτε συγγενεῖς κλαυθμυρίζονται, τοῦτο κἀκεῖνο ἀνακαλούμενοι· ἀλλὰ μετ᾽ εὐφροσύνης ἡ ἔξοδος, καὶ μετ᾽ ἐλπίδος χρηστῆς ἡ ἀπαγωγὴ, κἂν τι δέῃ δακρῦσαι. Καὶ ταῦτα ἐννόμως διὰ φιλανθρωπίαν πνευματικὴν τοῦ ἐνδεδημηκότος. Ἐπεὶ ὁ κύριος ἡμῶν ἐδάκρυσεν ἐπὶ Λαζάρῳ, τὸ τῆς φύσεως ἐπιδεικνύμενος. Τίς οὖν ἄλλος βίος παρὰ τούτου μακαριώτερος ἐξ αἰῶνος; ἢ ποῖα πολιτεία παρὰ τὴν ζωὴν ταύτην συνάπτουσα εἰς θεὸν ἐφανερώθη; Οὐκοῦν εὔκαιρόν ἐστιν εἰπεῖν δαυϊτικῶς· Ὧδε ἐνετείλατο κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.

Διὸ, ἀδελφοὶ, χαίρωμεν καὶ συγχαίρωμεν ἀλλήλοις. Εὐχαριστῶμεν καὶ ὑπερευχαριστῶμεν. Ἀγαπῶμεν καὶ ὑπεραγαπῶμεν τὸν ἀγαθὸν θεὸν ἡμῶν· ὅτι ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ ἀτιμίας εἰς δόξαν, ἀπὸ ἀφανείας εἰς ἐμφάνειαν. Ἴστε γὰρ ἕκαστος, ὅθεν ὅρμηται, καὶ παρά τινων ἔφυ, καὶ οἷος νῦν συνεκράθη, καὶ ὧν καλεῖται ἀδελφὸς, καὶ μεθ᾽ ὧν συναυλίζεται. Λέγω δὴ καὶ ἐπὶ τῶν ἔξω προσώπων· Καί γε ταῦτα προοίμια τῶν μελλόντων ἐπαγγελιῶν, ὡς ἐὰν τελείως τελέσωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα ἐναθλοῦντες τῇ ὑποταγῇ ἀδιασπάστως, φέροντες τοὺς καρποὺς τῆς ὑπακοῆς, ὡς ἐν παραδείσῳ, προθυμούμενοι πρὸς τὰς διακονίας εἰς πᾶν ὁτιοῦν καλὸν ἐναγωνιζόμενοι κατὰ τοὺς κειμένους ἡμῖν ὄρους καὶ νόμους τῆς ὑποταγῆς, εὑρήσωμεν ἐπὶ τέλει ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν καὶ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·