Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 132
ΚΑΤΗΧΗΣΙΣ ΡΛΒ΄.
Περὶ τῆς κοιμήσεως τοῦ ἀδελφοῦ Γρηγορίου, καὶ τοῦ παρασκευᾶσθαι ἡμᾶς πρὸς τὴν ἔξοδον.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Πυκνάζουσιν αἱ ἀγγελίαι τοῦ θανάτου μακρόθεν καὶ ἐγγύθεν ἐξακουόμεναι ὑμῖν ἐν τῷ παρόντι καιρῷ, καὶ μάλιστα τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν καὶ πατέρων. Καὶ γοῦν ἀπολέλοιπεν ἡμᾶς πρὸς τοῖς ἄλλοις καὶ ὁ ἀδελφὸς Γρηγόριος, οὗ καὶ ὁ βίος ἐπαινετὸς καὶ τὸ τέλος μακαριστὸν, ἐν τῷ ὑπὲρ Χριστοῦ διωγμῷ τελειωθέντος. Τί οὖν ἐστί; Δεῖ πάντως ἡμᾶς μεταβῆναι ἐντεῦθεν, μικρούς τε καὶ μεγάλους, γέροντάς τε καὶ νέους· ἓν γὰρ τὸ ἐπὶ πᾶσιν ἐπιτίμιον τοῦ θανάτου καὶ ὁ μὲν πρότερον, ὁ δὲ ὕστερον ἐκβιώσεται. Οὐκ ἐνθυμούμεθα τί μέλλομεν ὑφίστασθαι διαχωριζομένης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος; Πῶς γοῦν οἴσομεν τὴν ἐπιστασίαν τῶν ἀγγέλων, εἴπερ μὴ ἐνδεδύμεθα τὰ ὅπλα τοῦ φωτός; Πῶς δὲ ὁδεύσομεν τὴν ὁδὸν ἐκείνην, εἰ μὴ τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς συναποφερώμεθα; Πῶς ὑπερβησόμεθα τὸν ἄρχοντα τοῦ κόσμου τούτου, περὶ οὗ ὁ κύριος εἴρηκεν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· εἰ μὴ ἐλεύθεροι τῶν δουλοποιῶν παθῶν χρηματίζωμεν; Μακάριος, φησὶ, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Ἴδε εὐκταιοτάτη φωνή. Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἐλθεῖν· καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ· ἐσθίει τε καὶ πίνει μετὰ τῶν μεθυόντων. Ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ, ᾗ οὐ προσδοκᾶ, καὶ ἐν ὥρᾳ, ᾗ οὐ γινώσκει· καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Οὐ φοβεῖ οὖν ἡμᾶς ἡ παραβολὴ αὕτη; οὐ τήκει τὰς σάρκας ἡ ἀπειλὴ αὕτη; Μὴ γὰρ μῦθοι ταῦτα καὶ διακενοὶ λόγοι; Καὶ μὴν οὐκ ἐφικνεῖται λόγος τῆς πραγματικῆς ἀληθείας τῶν σημαινομένων. Οὔτε γὰρ ὁ κλαυθμὸς ἐκεῖνος κατὰ τὸν κλαυθμὸν τοῦτον· οὔτε ὁ βρυγμὸς τῶν ὀδόντων κατὰ τὸν βρυγμὸν τὸν τῇδε. Ἀλλὰ τοσοῦτον τὸ διάφορον ὅσον ὀνείρατα πρὸς ἀλήθειαν. Ἐπεὶ καὶ τὸ πῦρ οὐ σβέννυται καὶ ὁ σκώληξ οὐ τελευτήσει· ἐνταῦθα δὲ τελευτᾷ. Ἀλλὰ τίς ἐστιν ὁ συνιὼν καὶ ἐκζητῶν; τίς ὁ βλέπων καὶ ἀκούων; Ἔστι γὰρ καὶ βλέποντα μὴ βλέπειν καὶ ἀκούοντα μὴ ἀκούειν. Ἐκ τε πεπωρωμένης ψυχῆς καὶ φιλοπαθοῦς καρδίας τίς ὁ τὸ μακαριζόμενον ὑπὸ τοῦ κυρίου πένθος κεκτημένος, καὶ καθαίρων ἑαυτὸν καθ᾽ ἑκάστην ἡμέραν ἐκ τῶν ἐπισυμβαινόντων μολυσμῶν ἐντεῦθεν καὶ ἐντεῦθεν, ἀλλὰ μὴ ὑπερτιθέμενος τὴν κάθαρσιν εἰς τὴν αὔριον. Ἀρκετὸν γάρ φησι τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. Τίς ὁ πόθῳ θεοῦ κἀντεῦθεν ἀποῤῥηγνύμενος πάσης προσπαθείας· καὶ μετὰ τοῦ Δαυὶδ λέγων· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Ὦ τῆς μακαρίας ἀπαθείας! τοιούτους ἡμᾶς χρὴ εἶναι, ὦ ἀδελφοί· οὕτως ἀπαιτεῖ ἡμᾶς ὁ λόγος παρασκευᾶσθαι ζέοντας τῷ πνεύματι, τεθωρακισμένους τῇ πίστει, ἐστερεωμένους τῇ ἐλπίδι, ἡτοιμασμένους πρὸς τὴν ἔξοδον. Διὸ παρακαλῶ, καὶ δέομαι ὡς καθ᾽ ἡμέραν ἀποθνήσκοντες διακείμεθα ἐκβιαζόμενοι ἑαυτοὺς ὅση δύναμις· εἰδότες ὅτι βιαῖά ἐστι ἡ τῆς ἀρετῆς φύσις, ἀεὶ πρὸς τὸ ἀναντὲς ἕλκουσα, ὥσπερ ἡ κακία τὸ καταντές. Περιποιησώμεθα οὖν τὸ καθαρτικὸν δάκρυον· ὃ γεννᾷ συντριμμὸς καρδίας καὶ τεταπεινωμένον φρόνημα. Κτησώμεθα τοὺς ἁγίους ἀγγέλους φίλους τῇ ἀπαθεῖ ζωῇ, ὡς ἐν καιρῷ τῆς ἐξόδου ἐπιεικῶς ἀπενέγκωσιν ἡμᾶς πρὸς τὸν δεσπότην.
Καὶ ταῦτα λέγω οὐχ ὡς ἀγαθόν τι πεποιηκὼς, ἀλλ᾽ ὡς προθυμούμενος ποιεῖν σὺν ἡμῖν, ὡς ὀφειλέτης ὢν τοῦ λαλεῖν καὶ μὴ σιωπᾶν, ὡς ἀγαπῶν ἡμᾶς ἀγαπήσει θεοῦ, ἵνα πάντες εὐπράττοντες κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.