Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 19
ΚΑΤΗΧΗΣΙΣ ΙΘ΄.
Μετὰ τὴν νηστείαν τῶν ἁγίων ἀποστόλων.
Περὶ ὑπομονῆς, καὶ τοῦ προσίεσθαι τοὺς ἐρχομένους πρὸς ἀποταγήν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Παρατρέχων παρατρέχει ὁ χρόνος, καὶ παρελήλυθεν τῶν ἁγίων Ἀποστόλων ἡ τεσσερακοστὴ ὁμοῦ μὲν στενοχωρήσασα ἡμᾶς διὰ τὴν ἐκ τοῦ καύσωνος δίψαν, ὁμοῦ δὲ καὶ παρακαλέσασα διὰ τὴν ἐλπίδα. Ἡ γὰρ τοιαύτη δίψα προξενεῖ ἡμῖν πότον ἀθανασίας, καὶ ἡ ἐκ τῆς δίψεως ἐγγινομένη πικρότης γλυκήτητα τοῦ παραδείσου. Καὶ τοῦτο εἰδότες, ἀδελφοὶ, φέρωμεν πάντα τὰ κατὰ θεὸν λυπηρὰ περιχαρῶς ἐλπίδι τῆς ἀνταποδόσεως. Ἐλπὶς δὲ βλεπομένη, καθώς φησιν ὁ Ἀπόστολος, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν δι᾽ ὑπομονῆς ἀπεκδεχόμεθα. Ὑπομονὴ οὖν τὸ μέγιστον τῶν ἀρετῶν κατόρθωμα· ὑπομονῇ οἱ μάρτυρες τὰ τῶν οὐρανῶν ἀνεδήσαντο διαδήματα· ὑπομονῇ οἱ ἅγιοι τὸ τῆς δικαιοσύνης ἀπειλήφασι γέρας. Ὑπομονῇ τοίνυν καὶ ἡμεῖς χρησώμεθα πρὸς τὴν ὑπακοὴν, πρὸς τὴν ταπεινοφροσύνην, πρὸς τὴν ἀοργησίαν, πρὸς τὴν ἐν ταῖς διακονίαις γυμνασίαν· πρὸς τὸ πᾶν οὖν ἄλλο τῶν ὑποτακτικῶν ἀγωνισμάτων· καὶ τῆς ἴσης αὐτοῖς καὶ ἡμεῖς ἀπολαβῶμεν μισθαποδοσίας.
Οἶδα μὲν ὑποτακτικὸν ζεῦγος· οἶδα τὸν ἐκ τῆς κοπῆς τοῦ θελήματος πόνον· ἀλλὰ τὸ γλυκὺ τῆς ζωῆς πάλιν ἐπίσταμαι. Εἰ γὰρ γένηται κοπὴ τοῦ θελήματος ῥᾴστη ἡ ὁδὸς καὶ εὔκολος ἡ σωτηρία· ὥστε ἐπιμελητέον τῆς κοπῆς τοῦ θελήματος καὶ συναναφανήσεται ἡ εὐμαρὴς καὶ μακαρία ζωή. Κόποι ἐν τῷ κοινοβίῳ, ἀλλὰ καὶ ἀνάπαυσις. Εἰ κοπιᾷ τις πλέον τοῦ πέλας, ἀλλὰ καὶ πλέον τὸν μισθὸν ἕξει· ἕκαστος, γάρ φησι, τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Ὑποπίπτει τις κατὰ ἀγάπην τῷ πλησίον; τὸ πρωτεῖον ἕξει. Ὃς γὰρ ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων δοῦλος. Ἀδρανής τις ἐφάπτεσθαι τῶν βαρυτέρων ἔργων; ἀλλ᾽ οὐ τῶν κατὰ δύναμιν μὴ ἀμελείτω, ὡς ἂν δοξάζηται ἐν πᾶσιν ὁ θεὸς, μὴ εἴη τις ἀσυντελὴς πρὸς τὸ κοινῇ συμφέρον.
Ταῦτα εἰ καὶ πολλάκις εἴρηται· ἀλλὰ καὶ νυνὶ ἀναγκαίως ὑπομνηματίζεται· οὐ γὰρ μικρὸς ὁ προκείμενος ἀγών. Ἰδοὺ φησὶ, τέθεικα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον. Διὰ γοῦν τὸ ἑλέσθαι ἡμᾶς τὴν ζωὴν καὶ φυγεῖν τὸν αἰώνιον θάνατον ὁ λόγος καὶ ἡ παράκλησις, ἡ διδασκαλία καὶ ἡ παραίνεσις. Καὶ οἶδα καὶ πέπεισμαι, ὅτι οὐκ εἰς κενὸν, οὔτε ἡμῖν τοῖς ταπεινοῖς, οὔτε ὑμῖν τοῖς ἀκούουσιν γενήσεται τὰ εἰρημένα.
Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι εἰ καὶ ἐν ἐξορίᾳ ἐσμὲν διὰ τὸν λόγον τοῦ θεοῦ, ἀλλ᾽ οὖν ὡς ἐν μοναστηρίῳ διατρίβοντες τοὺς ἐρχομένους πρὸς ἀποταγὴν οὐκ ἀποπεμπώμεθα· ἐπιτελοῦμεν δὲ τοῦτο διὰ τῶν πανταχοῦ διεσπαρμένων ἀδελφῶν ἡμῶν, ἐντεταλμένων προσίεσθαι τοὺς τοιούτους κατὰ τὸ δυνατὸν, καὶ συντάττειν τῷ πληρώματι τῆς ἀδελφότητος. Καὶ πολλοὶ μὲν οἱ ἐκδημήσαντες, πολλοὶ δὲ καὶ οἱ προσληφθέντες· καὶ μεγαλύνεται ἡ ἀδελφότης ἡμῶν, ἥ τε μεταστᾶσα καὶ ἡ ἔτι ζῶσα· καὶ ὁ θεὸς δοξάζεται ἐν ἡμῖν· καὶ αὐτὸς δοξάσει ἡμᾶς ἐν ἑαυτῷ κατὰ τὴν ὑπόσχεσιν.
Ἐπειδὴ δὲ οἷον τὸ ἄρχον καὶ τὸ ἀρχόμενον, παρακαλῶ, οἱ εἰς κεφαλὴν καὶ κανόνα τοῖς ἄλλοις κείμενοι, ὁσίως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν· δι᾽ ἑαυτῶν τοὺς ἄλλους εἰς ὀρθοτομίαν καὶ λόγου καὶ βίου ἀπευθύνοντες. Μή τις ᾖ οὖν κραυγὴ παρὰ τὸ δέον· μηδὲ διάλεξις ἐπιφιλόνεικος, μηδὲ λόγος σαπρὸς ἐκπορευόμενος ἐκ τοῦ στόματος ὑμῶν· ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα μὴ μωμηθῇ τὸ ἔργον ἡμῶν ἐν τούτοις· ἀλλ᾽ ἐν πᾶσιν εὐαρεστοῦντες Κυρίῳ τῷ θεῷ ἡμῶν τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.