Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 20
ΚΑΤΗΧΗΣΙΣ Κ΄.
Εἰς τὴν Μεταμόρφωσιν.
Ὅτι δεῖ φυλάττειν ἡμᾶς κάλλος τῆς ψυχῆς, καὶ τὴν ὡραιότητα ἀκηλίδωτον τηρεῖν, καὶ περὶ τῆς μετανοίας.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Τὰ προεόρτια τῆς θείας Μεταμορφώσεως ἀξιώσαντες ἐπιτελέσαι σήμερον, φέρε ἐξ αὐτῆς τὴν κατήχησιν ποιησώμεθα, ἐν ὀλίγοις ῥήμασιν ἀποπληροῦντες τὸ ὀφειλόμενον. Πᾶσαι μὲν αἱ δεσποτικαὶ ἑορταὶ τὰ τῆς σωματικῆς ἐνδημίας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπομνηματίζουσι μυστήρια· οἷον ὅτι ἐγεννήθη, ὅτι ἐβαπτίσθη, ὅτι ἐσταυρώθη, ὅτι ἐτάφη, ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ, ὅτι ἀνελήφθη ἐν δόξῃ. Ἡ δὲ τῆς Μεταμορφώσεως τελετὴ τὴν τοῦ μέλλοντος αἰῶνος ἀποκατάστασιν ὑπογράφει· ὅνπερ γὰρ τρόπον ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς, πρὸς αὐτὸν δὴ τρόπον ἐλεύσεται ἀπ᾽ οὐρανοῦ ὡς ἀστραπὴ ἐν δυνάμει καὶ δόξῃ πολλῇ κρῖναι τὰ σύμπαντα· Καὶ ὥσπερ συνῆσαν αὐτῷ Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης ἐν τῷ ὄρει τῷ ἁγίῳ, οὕτως συνέσονται αὐτῷ οἱ ἐκλεκτοὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀπολαύσαντες αὐτοῦ τῆς ἀῤῥήτου θεοφανείας καὶ τῆς ἀνεκδιηγήτου ἀγαλλιάσεως.
Καὶ τίς πρὸς ταῦτα ἱκανός; Τίς δὲ ἄξιος φθάσαι ἐστιν χαρὰν ἐκείνην; τίς δ᾽ ἄλλος, εἰ μὴ ὃς ἔχει τὸν βίον καθαρὸν καὶ ἀκηλίδωτον; Καθαρὸς γὰρ ὢν ὁ θεὸς ἡμῶν, μᾶλλον δὲ φῶς τὸ ἀκρότατον, τοὺς καθαροὺς καὶ προσίεται· καὶ καθαρὰν ἡμῖν ἐνθεὶς ψυχὴν, καθαρὰν αὐτὴν καὶ πρὸς ἡμῶν ἀπαιτήσειεν. Ὥσπερ γὰρ κατ᾽ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν πεποίηται· δῆλον ὅτι ἄγαλμα οὖσα τῆς θεαρχικῆς ὡραιότητος καὶ αὐτοῦ ὡραϊσμοῦ μετείληφεν. Καὶ τοῦτο εἰδὼς ὁ μελῳδὸς, φησί· Κύριε ἐν τῷ θελήματί σου παρέσχου· τῷ κάλλει μου δύναμιν, τουτέστι τῷ κάλλει τῆς ψυχῆς· ὡς ἂν μὴ ἀπονεύσασα εἰς τὰ δυσειδῆ πάθη τῆς ἁμαρτίας ἄμορφος γενομένη ἀποπέσοι θεοῦ καὶ τῶν θείων ἀμοιβῶν.
Ἐπεὶ οὖν ὡμολόγηται τοιαύτην ἡμᾶς ἔχειν ψυχὴν ὡραίαν τε καὶ καλήν· καὶ ταύτην ὡς παρακαταθήκην ἀποδώσειν τῷ θεῷ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως, παρακαλῶ καὶ ὑπομιμνήσκω· τοῦτο τὸ κάλλος φιλήσωμεν, καὶ ταύτην τὴν ὡραιότητα περιφυλάξωμεν, μὴ ἐπιστρεφόμενοι εἰς τὰ ὡραῖα τοῦ τῇδε αἰῶνος, μὴ δὲ εἰς κάλλη σαρκὸς καὶ αἵματος· οὐ γάρ εἰσι κάλλη, ἀλλὰ εἴδωλα κάλλους, μᾶλλον δὲ φθορὰ καὶ ἀλλοίωσις. Καὶ τοῦτο εἰσόμεθα ἐκ τοῦ τέλους τῶν πραγμάτων· Ὁ γὰρ σήμερον περικαλλὴς καὶ ὡραιοπρόσωπος, αὔριον εἰς τάφον βαλλόμενος ὀδωδός τε καὶ πᾶσιν ἀποτρόπαιος. Οὕτως οὐδέν ἐστι καλὸν καὶ ἐραστὸν, ἀλλὰ ἢ μόνον ἡ ἀξιάγαστος ἀρετή· ἣν ὅτι μάλιστα διωκτέον ἐστὶν, ἀδελφοὶ.
Εἰ δὲ, ὅτι πολλάκις συμβαίνει τὴν ψυχὴν ὀκλάζουσαν χραίνεσθαι ἐκτόποις διαλογισμοῖς, ὁμολογουμένως (τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;) ἀλλ᾽ ὅμως θᾶττον ἀνακαθαρτέον καὶ ἀνακομιστέον αὐτὴν εἰς τὴν προτέραν στάσιν. Ὡς ἂν μὴ ἐγχρονίζουσα τῷ κακῷ ἀποτέκοι θάνατον· καὶ μή ποτέ τις εἴποι μὴ δύνασθαι ἀποκαθαρισθῆναι πολλαῖς ἁμαρτίαις κατεστιγμένος ἀκούων τοῦ λέγοντος; Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.
Ὁρᾶτε τὴν τοῦ θεοῦ ἄφατον φιλανθρωπίαν, ὅτι οὐ μόνον καθαρίζειν ἐπήγγελται, ἀλλὰ καὶ εἰς ἀκμὴν ὡραιότητος ἄγειν τὸν μεταμελόμενον; Καὶ τὰ παραδείγματα δηλοῖ. Δαυὶδ προφήτης ἦν· καὶ ἐπειδὴ ἐμπέπτωκεν εἰς τὸ τῆς μοιχείας καὶ τοῦ φόνου ἔγκλημα οὐκ ἀπέκαμεν· ἀλλὰ θᾶττον τῇ μετανοίᾳ χρησάμενος, πάλιν τὸ προφητικὸν ἀπείληφε χάρισμα. Μανασσὴς πεντήκοντα δύο ἔτη ἐκκεκλικὼς τὸν Ἰσραὴλ, ἐπειδὴ μετενόησε καὶ σωτηρίας ἔτυχεν. Τῶν ἀποστόλων ὁ Κορυφαῖος μετὰ τὴν ἄρνησιν τῷ φαρμάκῳ τῶν δακρύων πάλιν τὸ τῆς ἀποστολῆς φορτίον ἀπεκομίσατο. Μαρία ἡ Αἰγυπτία, ἵνα τοὺς ἄλλους παραδράμοιμι ἀπείρους ὄντας, εἰς τὸν ἔσχατον τῆς λαγνείας ὅρον διελάσασα ὅμως ἐπειδὴ μετεμελήθη, ἀξιολόγως εἰς τὸ ἀκρότατον μέτρον τῆς ἀρετῆς ἐπαναβέβηκεν· ὥστε οὐδεμία πρόφασις ἀδυναμίας τῷ προαιρουμένῳ σώζεσθαι, εἰ μή τι ἄρα ἀνάλγητός τις καὶ ἐθελοθάνατος εἶεν. Ἀλλ᾽ ἵνα τί ἀποθνήσκετε οἶκος Ἰσραὴλ, ἀκούομεν, καὶ ἵνα τῆς ζωῆς ἡμῖν προκειμένης ἀθανάτου τὸν αἰώνιον θάνατον ἀνθαιρούμεθα.
Ὁ ἀγαθὸς δεσπότης ἡμῶν ἑκάστοτε βοᾷ· Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, καὶ ἡμεῖς τὸ φορτίον τῶν ἁμαρτιῶν ἀποῤῥίψασθαι οὐ βουλόμεθα. Αὐτὸς κραυγάζει· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς. Καὶ ἡμεῖς τὴν ἐναντίαν τρεπόμεθα, αὐτοῖς ἔργοις φθεγγόμενοι· Ὁδούς σου εἰδέναι οὐ βουλόμεθα. Λειπόμενον οὖν ἐστιν ἀκούειν ἡμᾶς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν· καὶ τῇ φλογὶ ἐξεκαύσατε. Καί γε οἱ τὰ τοιαῦτα πράσσοντες, φησὶν, βασιλείαν τοῦ θεοῦ οὐ κληρονομήσουσιν. Ἀλλὰ μὴ γένοιτο περὶ ἡμῶν ταῦτα εἰρῆσθαι. Ὑμεῖς γὰρ φίλοί μου ἐστέ φησιν ὁ κύριος, ἐὰν ποεῖτε ὅσα ἐντέλλομαι ὑμῖν. Οὐκοῦν τὰ ἐντελλόμενα ἡμῖν πάντα ποιῶμεν, ἵνα καταξιωθῶμεν φίλοι αὐτοῦ κεκλεῖσθαι, ἵνα κληρονομήσωμεν βασιλείαν οὐρανῶν ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.