Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 3

ΚΑΤΗΧΗΣΙΣ Γ΄.
Μετὰ τὸ Πάσχα.
Ὅτι δεῖ περιπατεῖν ἡμᾶς ἀξίως τοῦ μοναδικοῦ ἐπαγγέλματος καὶ τοῦ διωγμοῦ, οὗ δεδιώγμεθα διὰ τὸν κύριον.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Χαρᾷ χαίρωμεν οἱ ταπεινοὶ, ὁρῶντες ὑμᾶς δι᾽ ἔτους ἀφικνουμένους ἐνταῦθα καὶ οἱονεὶ δεύτερον πάσχα πασχάζομεν τὴν ἀνέλευσιν ὑμῶν. Ἀλλ᾽ ἐπειδὴ ἡμῖν ὑμεῖς ἐπιφέρεσθε τὰ σαρκικὰ, καὶ ἄλλος ἄλλο, καθ᾽ ὅτι ἂν ἔχοι ἡ χεὶρ εὐπορεῖν, φέρει· καὶ ἡμεῖς ὑμῖν ὡς οἷόν τε ἀντεισοίσωμεν τὰ πνευματικά. Παρακαλῶ οὖν ἡμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ μοναδικοῦ ἐπαγγέλματος, τῆς ὁμολογίας ἧς ὡμολογήσαμεν, τοῦ διωγμοῦ οὗ δεδιώγμεθα διὰ τὸν κύριον· τὴν ἀναστροφὴν ἡμῶν ἔχοντες καλὴν ἐν τῷ κόσμῳ· ἵνα ἐν ᾧ καταλαλῶσιν ἡμῶν ὡς κακοποιῶν, αἰσχυνθῶσιν οἱ ἐπηρεάζοντες ἡμῶν τὴν ἐν Χριστῷ ἀγαθὴν ἀναστροφήν. Εἰσὶ γὰρ, εἰσί τινες οἱ μονοσκωποῦσι τὴν ὁμολογίαν τοῦ Χριστοῦ ὡς παραίτιον εἶναι πορνείας· ὃ, καὶ φρίττω λέγειν, καὶ φασί· κρεῖττόν ἐστι κοινωνῆσαι τῇ αἱρέσει, ἢ ἑλέσθαι τὸν ὑπὲρ Χριστοῦ διωγμόν· ὧν τὸ κρίμα ἔνδικον, καὶ ἡ βουλὴ κατὰ τὴν βουλὴν Βαλαὰμ τοῦ θέντος σκάνδαλον ἐν τοῖς υἱοῖς Ἰσραήλ.

Δύο τοίνυν εἰσι πορνεῖαι· μία μὲν ἐπὶ τοῦ σώματος, ἑτέρα δὲ ἐπὶ τῆς πίστεως· ὁ γοῦν ἁλοὺς τῇ αἱρετικῇ κοινωνίᾳ, οὗτός ἐστι ὁ ἐκπορνεύσας εἰς θεὸν, καὶ συνεκπορνεύει δυνάμει καὶ τῷ σώματι· οὐκοῦν πλανῆται. Οἱ τὰ τοιαῦτα λέγοντες μὴ φρεναπάται, παγιδεύοντες τὰς ἀστηρίκτους ψυχάς; Ὑμεῖς δὲ, ἀδελφοὶ, καὶ δι᾽ ἡμᾶς αὐτοὺς, καὶ διὰ τοὺς ἐναντιουμένους τῇ ἀληθείᾳ ἀσφαλέστερον τὸν βίον ἡμῶν καταστησώμεθα, ἀγαθαῖς ἀναστροφαῖς ἀναστρεφόμενοι καὶ καλοῖς ἐπιτηδεύμασιν κανονιζόμενοι. Ἕκαστος ὑμῶν φησὶ ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γενέσθω.

Εἴτε πρόοδος ἐξ ἀναγκαίου γένοιτο· προέλθωμεν εὐλαβῶς, ὡς ἂν ἀπολάμπειν τὸ πρόσωπον ἡμῶν χάριν εἰς ὠφέλειαν τῶν ὁρώντων· εἴτε συμβῇ συντυχεῖν γυναικὶ, συντύχωμεν σὺν πολλῇ προσοχῇ, συστέλλοντες τοὺς ὀφθαλμοὺς ἀπὸ τοῦ βλεμματίζειν· ὡς ἂν μὴ λάβωμεν κέντρον καὶ βέλος ἐν τῇ καρδίᾳ. Καὶ ἅπαξ ἁπλῶς τὰ πάντα εἰς δόξαν θεοῦ ποιεῖτε τοῦ ἀγαπήσαντος ἡμᾶς καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν· οὗ ἡ ἀγάπη ἐξίστησι τὸν ἐραστὴν οὐκ ἐῶσα αὐτὸν ἑαυτοῦ εἶναι· ἀλλὰ τοῦ ἐρωμένου. Καὶ τοῦτο κατίδοι τις ἂν παρὰ τῶν σαρκικῶν ἐρώντων. Καὶ γὰρ ὁπηνίκα ἀνὴρ ἐρᾷ γυναικὸς, ὅλον ἑαυτὸν εὐπαρέχει τῇ ἐρωμένῃ, ἐκείνην ἀναπνεύων, καὶ ἐκείνην φανταζόμενος. Κἂν ἥλιόν τις εἶποι· οὐκ ἐθέλοι τὸν ἥλιον ὁρᾶν, ἀλλὰ τὴν ποθουμένην· κἂν τράπεζάν τις προβάλλοιτο, οὐκ ἐρᾶται ταύτης μετασχεῖν, ἀλλὰ τῆς ἐρωμένης. Τί οὖν ὡραιότερον τοῦ δεσπότου Χριστοῦ; Τί δὲ γλυκύτερον τῆς μακαρίας αὐτοῦ ἀγάπης; Οὐχ᾽ οὗτός ἐστιν ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; οὐκ αὐτός ἐστιν ὁ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία, κατὰ λόγια; Καὶ τοῦτο δηλοῦντες οἱ ἅγιοι, ἤγουν τὸ θερμὸν τῆς πρὸς αὐτὸν ἀγάπης, ὁ μέν φησιν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ θεός. Ἔτερος δὲ· Ὁ ἐμὸς ἔρως ἐσταύρωται Χριστός. Καὶ ἄλλος πάλιν· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν· ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Τοιαύτῃ οὖν ἀγαπήσει ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, καὶ οὕτως ἠγαπήθη ὑπὸ τῶν ἁγίων σφοδρῶς τε καὶ ἀκαθέκτως. Ἡμεῖς δὲ ἐπειδὴ χλιαρῶς ἀγαπῶμεν αὐτὸν· διὰ τοῦτο ἁλισκόμεθα τοῖς πονηροῖς λογισμοῖς καὶ ταῖς ἐπιθυμίας τῆς σαρκὸς, ἀσπαζόμενοι ὀδύνην ἀντὶ ἡδονῆς, καὶ πικρίαν ἀντὶ γλυκύτητος, καὶ ταραχὴν ἀντὶ εἰρήνης. Ἀλλὰ ἀνανιπτέον, ἀδελφοὶ, παρακαλῶ ἀεὶ, καὶ καθαρτέον τὴν ψυχὴν ἐκ τοιούτων ὀλεθρίων ἐπιθυμιῶν, ὡς ἂν ἔχωμεν τὸν Χριστὸν ἔνοικον. Ὅπου ἂν καθαρότης, ἐκεῖ ὁ Χριστός. Καὶ αὕτη ἐστὶ ἡ μακαρία καὶ ἀπέρατος ζωὴ· καὶ οὔτως πολιτευσάμενοι κληρονομήσωμεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·