Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 21
ΚΑΤΗΧΗΣΙΣ ΚΑ΄.
Περὶ μνήμης θανάτου. Ἐν ᾗ περὶ τῆς κοιμήσεως Μιχαὴλ τοῦ ἁγιωτάτου μητροπολίτου Συννάδων.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Οὐ πολλαὶ πανηγύρεις ἐν τῷ αἰῶνι τούτῳ, θεῖαι καὶ ἀνθρώπιναι πανηγυρίζονται· μία δέ ἐστι πανήγυρις μακρά τε καὶ ἐπίπονος ἡ ἑκάστου τῶν ἀνθρώπων διαβίωσις, μεθ᾽ ἣν οὐκ ἔστι πανηγυρίζειν τὸν ἐκδημήσαντα, ἀλλὰ ἀναμένειν τὴν ἐσχάτην ἡμέραν καὶ τὸ τελευταῖον πῦρ, ᾧ πάντα κρίνεται ἢ καθαίρεται τὰ ἡμέτερα. Ταύτην δὲ τὴν πανήγυριν τετελεκὼς καὶ ὁ πνευματικὸς ἡμῶν πατὴρ Μιχαὴλ ὁ ἁγιώτατος μητροπολίτης Συννάδων ἐνεδήμησεν πρὸς κύριον, οὗ καὶ ὁ βίος ἐπαινετὸς, καὶ ὁ λόγος φαεινὸς, ὃν καὶ πιστεύομεν ἔχειν ἐν τοῖς λοιποῖς πατράσι τε καὶ ὁμολογηταῖς ἐπίκουρον εἰς θεὸν ἐν τῇ προκειμένῃ ὁμολογίᾳ· ὥστε μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς οἱ δυσώνυμοι εἰκονομάχοι λέγοντες ἐπιλελοιπέναι τοὺς ὁμολογητὰς τοῦ Χριστοῦ· ἀλλὰ μᾶλλον γινωσκέτωσαν, ὅτι ἡ τούτων μετάστασίς ἐστιν ἀκράδαντος τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ἡμῖν τε τοῖς περιλοίποις βεβαιότης ἀληθείας εἰς τὸ διαπτύειν τὴν ἐσκοτισμένην πλάνησιν. Ἀλλ᾽ ἐπειδὴ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη σώζειν οἶδε τὸν ἄνθρωπον, παρακαλῶ ὡς πάντοτε καὶ νῦν ἐνεργεῖν ὑμᾶς τὰς θείας ἐντολὰς ἐμπαρασκεύους τε εἶναι πρὸς τὴν ἔξοδον διὰ τὸ ἄδηλον τοῦ θανάτου· ἴστε γὰρ ὅτι καὶ ὁ προῤῥηθεὶς πατὴρ ἀφνιδίως συσχεθεὶς ἀλγηδόσι σφοδραῖς καὶ διακαεῖ πυρετῷ τῆς τε ἑξῆς ἄλαλος γενόμενος τῇ τρίτῃ ἡμέρᾳ παρέδωκε τὸ πνεῦμα. Ἀλλὰ γὰρ καὶ πρὸ αὐτοῦ Ἀθανάσιος κλεινὸς καθηγεμὼν τοῦ Παυλουπετρίου, οὐδὲ ἐπὶ μιᾶς ἡμέρας ἤρκεσεν ἀσθενῆσαι, ἀλλὰ αὐθωρὸν ἐξ ἀνθρώπων ἀνάρπαστος γέγονεν. Μανθάνομεν δὲ ὅτι καί τινες ὑπὸ ἀστραπῆς φθαζόμενοι ἐμπρίζονται· καὶ ἁπλῶς πολλὰ τὰ παρ᾽ ἐλπίδα συμπτώματα· ὧν εἵνεκα φοβητέον καὶ προσεκτέον μήποτε ὁ διάβολος ἡμέραν ἐξ ἡμέρας ἀποβουκολῶν ἡμᾶς ἕως ἂν ἀγάγοι εἰς τὴν τελευταίαν καὶ ἐξηπορημένην ὥραν, ἐν ᾗ ἄπρακτά τε καὶ ἀνήνυτα τὰ τῆς μετανοίας σπουδάσματα καθέστηκεν.
Οὐ φοβεῖ οὖν ἡμᾶς τὰ προειρημένα ὑποδείγματα; Οὐκ ἐμποιεῖ ἡμῖν τρόμον ἐννοοῦσι, πῶς ἐν τῇ ὥρᾳ ἐκείνῃ ἡ γλῶσσα δεσμουμένη φωνεῖν οὐ δύναται; Πῶς δὲ ἡ ψυχὴ διασπωμένη πρόεισιν ἐκ τοῦ σώματος; ὁπηνίκα πολλοὶ μὲν ἴσως οἱ παριστάμενοι καὶ κλαυθμυριζόμενοι, οὐδεὶς δὲ ὁ βοηθήσων, ἢ μόνη ἡ χρηστὴ συνείδησις. Διατοῦτο ὑπομιμνήσκω καὶ δέομαι, προφθάσωμεν τὴν ὥραν ἐκείνην ἐν ἐξομολογήσει, ἐν προσευχαῖς, ἐν ὑπακοῇ, ἐν ταπεινοφροσύνῃ, ἐν τῇ εὐτόνῳ διακονίᾳ, ἐν πάσῃ ἀγαθῇ ἀναστροφῇ, μήποτε ἀμελείᾳ καὶ ἐκλύσει φθασθέντες ὑπνώσωμεν εἰς θάνατον αἰώνιον· ὅπερ ὁ ἅγιος Δαυῒδ ἀπεύχεται.
Ἀλλ᾽ ἴσως ἐρεῖ τις θέλειν μὲν, μὴ δύνασθαι δέ. Καὶ τί τοῦτο; εἰ μὲν γὰρ ἐν τοῖς ὑπὲρ φύσιν σύμφημι κἀγὼ, ὅτι μηδὲ δυνατὸν εἰς ἀέρα ἀναπτῆναι, ἢ ἐπὶ θαλάσσης περιπατεῖν· οὐ μὴν οὐ δὲ ῥινὶ φθέγγεσθαι, γλώσσῃ δὲ ὀσφραίνεσθαι· ἀδύνατα γὰρ ταῦτα καὶ παρὰ φύσιν· εἰ δὲ ἐν τοῖς φυσικοῖς καὶ προαιρετικοῖς ψευδὴς ὁ λόγος· ὡς γὰρ δυνάμεθα διαχεῖσθαι καὶ γελᾶν· οὕτω δυνάμεθα συστέλλεσθαί τε καὶ δακρύειν· καὶ ὡς δυνάμεθα χραίνεσθαι ταῖς πονηραῖς ἐπιθυμίαις καὶ συμπλοκαῖς τῶν ἐκτόπων λογισμῶν, οὕτω δυνάμεθα ἁγνίζεσθαι καὶ καθαίρεσθαι ἀπὸ τῶν παθῶν· καὶ ὡς ἰσχύομεν σκληρύνεσθαι καὶ κακύνεσθαι· οὕτως ἰσχύομεν ἀγαθύνεσθαι καὶ κατανύσσεσθαι. Ἀλλ᾽ ἡ πονηρὰ ἐπιθυμία ἕξιν ἐμποιήσασα ἐν ἡμῖν ἀδυνάτους μὲν πεποίηκεν ἐν τῇ ἀρετῇ, δυνατοὺς δὲ ἐν τῇ κακίᾳ. Οὐ μὴν ἀπογνωστέον, μὴ γένοιτο; ἀλλὰ πάλιν ἀρκτέον καὶ σπουδαστέον πᾶσαν ἡμέραν τε καὶ ὥραν μὴ ἀδιαφορεῖν καὶ ἐγρηγορέναι, ἁγνίζεσθαι τε καὶ καθαίρεσθαι καὶ προσκολλᾶσθαι τῷ θεῷ, ὡς ἂν καὶ ἐξῇ καὶ ἡμῖν λέγειν· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Καὶ ταύτῃ καλῶς ἀμειψαμένους τὰ ἐνταῦθα ἀπᾶραι μετ᾽ ἐλπίδος χρηστῆς ἐνθένδε, καὶ τυχεῖν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.