Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 22

ΚΑΤΗΧΗΣΙΣ ΚΒ΄.
Εἰς τὴν μνήμην τοῦ ἁγίου Ἰωάννου μητροπολίτου Χαλκηδόνος.
Ὅτι γνωριοῦμεν ἀλλήλους ἐν τῇ παλιγγεννεσίᾳ.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Μικρὸν ἀποδημήσαντες ἀφ᾽ ὑμῶν ἐν ταῖς προλαβούσαις, εἶτα ἐπανελθόντες, ὅτι εὕρομεν ὑμᾶς εἰρηνεύοντας ἐν ἑαυτοῖς καὶ εὐκαταταττοῦντας, εὐχαριστήσαμεν τῷ κυρίῳ, ἀποδεξάμενοι τὴν εὐταξίαν ὑμῶν· ὅπερ ἐστιν ὑποτακτικῶν δοκίμων καὶ πεπαγιωμένων ἐν τῷ καλῷ, ἐφ᾽ ᾧ καὶ στηριχθείητε ἔτι καὶ ἔτι ἐν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἵνα καὶ ὡς ἐν τῇ ταπεινῇ παρουσίᾳ ἡμῶν· οὕτως καὶ ἐν τῇ ἀπουσίᾳ διασώζοιτε ἑαυτοὺς σώους τε καὶ ἀπήμονας. Τὸ δὲ αἴτιον τῆς ἀποδημίας, ὡς ἴστε, ὁ θάνατος ἐγεγόνει τοῦ μακαρίου μητροπολίτου Ἰωάννου τοῦ Χαλκηδόνος· ὃς τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας, καὶ τὴν πίστιν τηρήσας, ἐνεδήμησε πρὸς κύριον, λαμπρὸν τὸν τῆς ὁμολογίας ἀπενεγκόμενος στέφανον σὺν τοῖς προλαβοῦσιν ἁγίοις πατράσι καὶ ἀδελφοῖς ἡμῶν. Ἐπειδὴ δὲ ἐκβράσας ἐτελεύτησεν ἠπορήκασίν τινες λέγοντες· εἰ καλῶς; Πῶς οὐ καλῶς ἐπεβίω; Ἀλλ᾽ ἐοίκασιν οἱ τοιοῦτοι ἀγνωσίαν νοσεῖν· τὸ γὰρ καλὸν καὶ κακὸν οὐκ ἐν τῷ τοιῶσδε ἢ τοιῶσδε ἀποβιῶναι κρίνεται· ἀλλ᾽ ἐν τῷ τὴν πίστιν ὀρθόδοξον καὶ τὸν βίον ἀκατάγνωστον διασώζειν· ὡς ὅγε ταῦτα κτησάμενος, κἂν ὑφεδρεύων ἀποπνεύσῃ, κἂν ἐκβράσας, εἴτε κατὰ γῆν, εἴτε κατὰ θάλασσαν, οὐδεμίαν ἐντεῦθεν ἕξει δυσφημίαν. Ταῦτα γὰρ οὐκ ἐφ᾽ ἡμῖν, ἀλλ᾽ ἐν τοῖς ἀθεωρήτοις τοῦ θεοῦ κρίμασιν ἀπόκειται· ὃς οἶδε πῶς ἑκάστου τίθησιν τὸ συμφέρον κατά τε προθεσμίαν ζωῆς, καὶ τρόπον ἀποβιώσεως.

Πρὸς δὲ τούτοις ἕτερον λογομαχοῦσί τινες ἐπὶ καταστροφῇ τῶν ἀκουόντων· ὅτι οὐ γνωριοῦμεν ἑαυτοὺς οἱ ἄνθρωποι ἐν τῇ παλιγγεννεσίᾳ, ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ θεοῦ κρῖναι τὰ σύμπαντα. Φησί γάρ· Πῶς φθαρτοὶ ὄντες ὁπηνίκα ἄφθαρτοι καὶ ἀθάνατοι γνωρίσμεθα, ὅτι οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, βάρβαρος Σκύθης, δοῦλος ἐλεύθερος, ἄρσεν καὶ θῆλυ· ἀλλὰ πάντες ἀγγελοειδεῖς γνωρίσαι ἀλλήλους. Καὶ πρῶτον μὲν ἐκεῖνο λεκτέον, ὅτι τὰ παρὰ ἀνθρώποις ἀδύνατα, παρὰ τῷ θεῷ δυνατά ἐστιν· ἐπεὶ οὕτω γε οὔτε τὴν ἀνάστασιν ἀνθρωπίνοις λογισμοῖς ἐπερειδόμενοι ὁμολογήσομεν. Πῶς γὰρ τὸ διαῤῥυὲν σῶμα καὶ ὑπὸ θηρῶν τυχοβρωθὲν, ἢ πετεινοῦ, ἢ ἰχθύος, καὶ τοῦτο πολυτρόπως, καὶ ἀλληλουχῶς δυνατὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ εἰς ταὐτὸ συναρθῆναι; Ἀλλ᾽ ὅμως τῇ ἀποῤῥήτῳ τοῦ θεοῦ δυνάμει καὶ συναχθήσεται καὶ ἀναστήσεται, καὶ γνωρίσει ἑκάστη ψυχὴ τὸ ἑαυτῆς σῶμα, μεθ᾽ οὗ καὶ ἐβίῳ· εἰ δὲ τὸ οἰκεῖον, δῆλον ὅτι καὶ τὸ τοῦ πέλας ἔπειτα· ὅτι καὶ ἂν αἱρετικόν ἐστι τὸ τοιοῦτο φρόνημα τῆς μελλούσης κρίσεως.

Κρίσις γὰρ ἐπὶ ἐγνωσμένων προσώπων γίνεται· οὐδεὶς γὰρ τοὺς μὴ ἑαυτοῦ γνωρίζοντας ἄγει εἰς κρίσιν· ἀλλὰ καὶ τοὺς ἐγνωσμένους· καθὰ καὶ γέγραπται· Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου· ὥστε εἰ οὐ γνωρίσωμεν ἀλλήλους οὐ δὲ κριθησόμεθα· μὴ κρινόμενοι δὲ οὐδὲ ἀπολειψόμεθα κατάξια τῶν βεβιωμένων ἡμῖν. Εἶτα πάλιν· πῶς πληρωθήσεται τὸ ὑπὸ τοῦ κυρίου πρὸς τοὺς ἀποστόλους εἰρημένον; Ὑμεῖς δὲ καθίσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς Ἰσραήλ. Εἴπερ οὐ γνωριοῦσι οὓς κρινοῦσιν; Πῶς δὲ καὶ ὁ μακάριος Ἰὼβ διπλασίους τοὺς παῖδας ἀπολήψεται, εἴπερ οὐ γνωρίσει αὐτοὺς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, Ἐπειδὴ τοὺς μὲν ἐνταῦθα ἀπείληφε, τοὺς δὲ ἐπήγγελται ἐν τῷ μέλλοντι αἰῶνι ἀπολήψεσθαι. Ἀλλ᾽ ὥστε ὁ ἅγιος Δαυὶδ λέγων; Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος, ἐμφαίνει ὅτι ἀδελφὸς ἀδελφὸν γνωρίσει. Οὐκοῦν πάντοθεν συνῆκται ἄτοπον τὸ πρόβλημα, καὶ τῇ Ὠριγένους μυθολογίᾳ ἴσον ἐστι κατὰ τὴν ἀσέβειαν.

Ἡμεῖς δὲ, ἀδελφοὶ, πιστεύοντες πιστεύσωμεν, ὅτι καὶ ἀναστησόμεθα καὶ ἄφθαρτοι γενησόμεθα καὶ γνωριοῦμεν ἀλλήλους, οὐκ ἐν τοῖς τῆς φθορᾶς ἰδιώμασιν, ἐφ᾽ οἷς ἐσμέν· ἀλλ᾽ ἐν τοῖς τῆς ἀφθαρσίας κάλλεσιν κατὰ τὴν ἄῤῥητον τοῦ θεοῦ βουλὴν, καθὰ καὶ οἱ προπάτορες ἡμῶν ἐν παραδείσῳ· ὅτι καὶ πρὸ παραβάσεως ἐγνώριζον ἀλλήλους ἄφθαρτοι ὄντες, καὶ μετὰ τὴν παράβασιν φθορᾷ ὑποκείμενοι ὡσαύτως ἐγνώριζον. Ἀλλὰ τότε ἄλλως, τότε ἑτέρως. Ὅθεν πιστευτέον ὅτι γνωρίσει ἀδελφὸς τὸν ἀδελφὸν, καὶ πατὴρ τὸ τέκνον, καὶ γυνὴ τὸν σύνευνον, καὶ φίλος τὸν φίλον. Προσθείην δ᾽ ἂν καὶ ἀσκητὴς τὸν ἀσκητὴν, καὶ ὁμολογητὴς τὸν ὁμολογητὴν, καὶ μάρτυς τὸν σύναθλον, καὶ ἀπόστολος τὸν συναπόστολον, οἱ πάντες τοὺς πάντας ἵνα ἡ πάντων εὐφραινομένη εἴη κατοικία ἐν τῷ θεῷ τῷ μετὰ πάντων ἀγαθῶν δωρουμένῳ καὶ τὸ γνωρίζειν ἀλλήλους.

Διὸ παρακαλῶ, ἀδελφοὶ, τὴν πίστιν ἀσφαλῶς κατέχωμεν. Ὁρᾶτε γὰρ ὅσαι ἐκτροπαὶ καὶ ὅσον δεῖ ἡμᾶς εὐχαριστεῖν τῷ θεῷ, ὅτι οὐ κατελήφθημεν ἐν πλάνῃ τινί· ἀλλ᾽ ὀρθόδοξον τὴν πίστιν κεκτήμεθα. Ὡσαύτως καὶ τὸν βίον ἀκηλίδωτον. Ἴστε γὰρ ὅπως πνεῖ καθ᾽ ἡμῶν νύκτωρ καὶ μεθ᾽ ἡμέραν ὁ διάβολος. Ἀλλ᾽ οὐδὲν ἰσχύσει πεφραγμένους ἡμᾶς εὑρίσκων τῇ πρὸς τὸν θεὸν ἀγάπῃ τε καὶ πίστει. Διὸ στῶμεν ἔτι, καὶ φεύξεται ἀφ᾽ ἡμῶν ὁ δράκων. Δακρύσωμεν καὶ σβέσομεν αὐτοῦ τὰ πεπυρωμένα βέλη τῶν ἡδονῶν. Ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν χεῖρα θεοῦ, καὶ ὑψώσει ἡμᾶς. Ὑπομείνωμεν τελείως, καὶ ὁ διάβολος οἰχήσεται, ἡμεῖς δὲ σωθησόμεθα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν τῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·