Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 23

ΚΑΤΗΧΗΣΙΣ ΚΓ΄.
Εἰς τὴν παραμονὴν τῆς Κοιμήσεως τῆς Θεοτόκου.
Περὶ τῆς ἐνθαῦτα πνευματικῆς πανηγύρεως καὶ ἐντεύξεως τῆς βασιλείας τῶν οὐρανῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Πανηγύρεις ἐπιτελοῦνται κατὰ καιρὸν ὦδε καὶ ὦδε, ὥσπερ καὶ νῦν ἐν τῇ Νικομηδείᾳ· ἐφ᾽ ἃς συντρέχονται οἱ ἄνθρωποι πωλοῦντες καὶ ἀγοράζοντες· ἀλλὰ ἐπ᾽ ὀλίγον τοῦτο, καὶ πάλιν διαλύονται. Ἡ δὲ κατὰ ψυχὴν πανήγυρις μία τέ ἐστι καὶ ἀδιάλυτος τῇ ἑκάστου ζωῇ συμπαρεκτεινομένῃ, ἧς ἡ πραγματεία οὐ χρυσὸς, οὐκ ἄργυρος, οὐχ ἱματισμὸς, οὐκ ἄλλο τι τῶν ἐπικήρων καὶ φθειρομένων, ἀλλὰ σωτηρία ψυχῆς, καὶ ζωὴ αἰώνιος, βασιλεία οὐρανῶν περὶ ἧς πᾶσαν σπουδὴν ὀφείλοντες ἔχειν οἱ ἄνθρωποι· ὀλίγα περὶ αὐτῆς οἱ πολλοὶ φροντίζουσιν, ὅλην τὴν σπουδὴν καὶ ἔφεσιν, ἐν τοῖς ματαίοις καὶ φθειρομένοις προσαναλίσκοντες.

Ἀλλά γε ἡμεῖς, ὦ ἀδελφοὶ, μὴ διαμαρτῶμεν τοῦ σκοποῦ, μὴ δὲ τῆς καλῆς πραγματείας· ἀλλὰ ἀκούοντες τοῦ Κυρίου λέγοντος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν, σπουδαίως κατὰ πᾶσαν ἡμέραν πραγματευσώμεθα αὐτὴν· οὐ χρυσίον οὐδὲ ἀργύριον καταβαλλόμενοι, ἀλλὰ πίστιν ὀρθὴν καὶ βίον κεκαθαρμένον· ὑπακοὴν, μακροθυμίαν, ἀγάπην, ἥτις ἐστιν σύνδεσμος τῆς τελειότητος. Τοῦτο οὖν καὶ ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις ἐδήλωσεν εἰπών· «Ὁμοῖά ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν». Ἴδετε· ὑμεῖς ἐστὲ οἱ καλοὶ ἔμποροι οἱ πάντα καταλελειπότες καὶ ἀντὶ πάντων τῶν καλῶν καὶ ὑπέρτιμον μαργαρίτην ὠνησάμενοι Χριστὸν, τουτέστι διὰ τὸ ἆραι τὸν σταυρὸν καὶ ἀκολουθεῖν ὀπίσω αὐτοῦ ἐν ὁσιότητι καὶ δικαιοσύνη.

Ἀλλ᾽ εἴπερ ἡ πανήγυρις εὐθυμίας ἐστι καιρὸς, διεγέρσεώς τε καὶ διαπνεύσεως, εὔθυμοι ὦμεν καὶ ἐγρήγοροι καὶ ἡμεῖς, ὦ ἀδελφοὶ, ἐν τῇ πανηγύρει πραγματευόμενοι τὴν σωτηρίαν ἡμῶν. Καλὸς οὖν πραγματευτὴς, ὁ τὰ πάντα ὑποπτήσσει δι᾽ εὐλαβείαν μηδαμοῦ τραχυνόμενος· καλός ἐστιν ἀγοραστὴς, ὁ τὰς ἀτιμίας εὐφημίαις ἀνταλλαττόμενος· καὶ καλός ἐστιν συναλλακτὴς ὁ αἷμα προχεόμενος καὶ πνεῦμα ἀντιλαμβάνων δι᾽ ἐπιμονῆς τῆς ἐπὶ διακονίαν.

Ἀλλ᾽ ἐπειδὴ περὶ διακονίας ὁ λόγος, ἀποδεχώμεθα τοὺς ἐν τῷ μαγειρίῳ τὰς ἐφημερίας ἐπιτελοῦντας, ὡς κοπιῶντας μᾶλλον, ἀλλήλων τὰ βάρη βαστάζοντες, καὶ οὕτως ἀναπληροῦντες τὸν νόμον τῆς ἀγάπης. Ἀποδεχώμεθα καὶ τοὺς τὰς ἀναγκαίας χρείας φροντίζοντας τῇ ἀδελφότητι, ὡς καλοὺς καὶ δοκίμους οἰκονόμους ἐν Κυρίῳ. Καίγε ἀποδεχώμεθα τοὺς ἐν ταῖς ψαλμωδίαις συνετῶς καὶ διεγηγερμένως ᾄδοντας· ὡς πλέονος μισθοῦ ἠξιωμένους.

Ἴδε οἷος βίος ἡμῶν, ἡλίκη ἡ πολιτεία! ἡ μακαρία πραγματία, ἣν ἐπραγματεύσαντο οἱ ἅγιοι ἡμῶν πατέρες ἐν πολλῇ προθυμίᾳ, ἣν καὶ ἡμεῖς καλῶς πραγματεύσαντες ἐν χαρᾷ ὑποστρέψομεν οἰκόνδε κατὰ τὸ ὑπὸ τοῦ μακαρίου Δαυῒδ εἰρημένον· Ἐπίστρεψον ἡ ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐεργέτησέ σε. Καὶ γένοιτο πάντας ἡμᾶς τὴν ἐξόδιον ταύτην φωνὴν ῥῆζαι ἐν καιρῷ θανάτου, καὶ τυχεῖν ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.

· Contents ·