Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 24
ΚΑΤΗΧΗΣΙΣ ΚΔ΄.
Εἰς τὴν ἀρχὴν τῆς Ἰνδίκτου.
Περὶ τῆς ἀνυπερβλήτου δωρεᾶς τοῦ θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης, καὶ μίσους τοῦ διαβόλου καὶ περὶ ταπεινοφροσύνης.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἀρχὴ τοῦ ἐνιαυτοῦ εἰσελήλυθεν ἤδη, ἐν ᾗ εὐαγγέλιόν ἐστιν ἀναγινωσκόμενον ἐν τούτοις· Πνεῦμα κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστῆναι τεθραυσμένους ἐν ἀφέσει, κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. Ἐπεὶ οὖν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ἀπεστάλη παρὰ τοῦ πατρὸς ἱλασμὸς εἰς τὸν κόσμον, οἱ τυφλοὶ ἀναβλέψωμεν, οἱ αἰχμάλωτοι ἐλευθερωθῶμεν, οἱ τετραυσμένοι ἀφεθῶμεν. Καὶ τίς ἐστιν τυφλός; ὁ μυωπάζων τῇ προσπαθείᾳ· Τίς δέ ἐστιν αἰχμάλωτος; ὁ τοῖς ἀτόποις λογισμοῖς ἀπηχθημένος. Τίς δὲ ὁ τετραυσμένος; ὁ ταῖς ἁμαρτίαις συντετριμμένος· οὓς ἰᾶται ὁ κύριος· οὐ μόνον γὰρ σωμάτων, ἀλλὰ καὶ ψυχῶν ἐστι ἰατρός· καὶ οὐ τοῖς τηνικαῦτα μόνον παρῆν σωματικῶς, ἀλλὰ καὶ νῦν πάρεστιν ἀοράτως τὰ αὐτὰ εὐαγγελιζόμενος· αἴρων τε τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ θεραπεύων πᾶσαν μαλακίαν. Μή τις οὖν λοιπὸν ἐναπομεινάτω ἀφώτιστος καὶ ἀθεράπευστος, ἀλλὰ προσερχέσθω πίστει, καὶ λήψεται εὐλογίαν παρὰ θεοῦ καὶ σωτῆρος ἡμῶν.
Καὶ, ὦ τῆς ἀφάτου φιλανθρωπίας! ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγεν, παραπεσόντας πάλιν ἀνέστησε, τρίτην δὲ ἡμῖν χάριν ἐδωρήσατο τὴν μοναχικὴν τελειότητα. Καὶ ἔτι ἁμαρτάνοντας, οὐδ᾽ οὕτως ἀποστρέφεται· ἀλλὰ καὶ προσίεται καὶ τεθλιμμένους ἡμᾶς παρακαλεῖ, καὶ πενθοῦντας παραμυθεῖται, καὶ τρέχοντας ὑπαλείφει, καὶ ὑποκαμνουμένους ὑποστηρίζει, καὶ τιτρωσκομένους ἐξιᾶται· καὶ εἰς αὐτὸν ἤδη τὸν πυθμένα τοῦ ἄδου μέλλοντας ἐμπίπτειν, προφθάσας ἐξαιρεῖται τῶν κινδύνων φιλανθρώπως, ὥστε εἰκότως ἑκάστῳ ἁρμόζον ἂν εἴη λέγειν· Εἰ μὴ ὅτι κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρώκησε τῷ ἄδῃ ἡ ψυχή μου. Καὶ, Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ κύριος ἀντελάβετό μου. Καὶ οἶδεν ἕκαστος, οἷς περιέπεσεν πειρατηρίοις· καὶ πῶς εὐθὺς εὗρε τὸν ἀγαθὸν θεὸν βοηθὸν ἐν ταῖς θλίψεσιν αὐτοῦ. Πρὸς τούτοις καὶ διατρέφει ἡμᾶς πεινῶντας ὁ ὑπεράγαθος, κατὰ μὲν τὸ σῶμα ταῖς ἐτησίαις τῆς γῆς καρποφορίαις, κατὰ δὲ τὸ πνεῦμα τοῖς ἀχράντοις μυστηρίοις ὑπὲρ μητέρα καὶ τροφὸν ὁμηρόμενος, καὶ περιεχόμενος ἡμῶν ἐρωτικῶς. Μήτηρ μὲν γὰρ γάλακτι τρέφει τὸ ἑαυτῆς τέκνον ἕως καιροῦ· ὁ δὲ ἀληθινὸς ἡμῶν δεσπότης καὶ πατὴρ τὸ οἰκεῖον Σῶμα καὶ Αἷμα δίδωσι εἰς βρῶσιν καὶ πόσιν· καὶ τοῦτο διαπαντός. Ὦ τῆς ἀνεξιχνιάστου ἀγαθότητος! καὶ ὦ τῆς ἀνυπερβλήτου δωρεᾶς! Τοῦτον οὖν πῶς οὐκ ἔστιν ἀγαπᾶν; Πῶς δὲ οὐ στέργειν; Πῶς δὲ οὐ κεκολλῆσθαι ἀδιαπαύστως; Ὡς εἰ γε μὴ οὕτως ὦμεν διακείμενοι, τάχα καταβοήσει ἡμῖν ὁ οὐρανὸς, καταστενάζει δὲ καὶ ἡ γῆ, αὐτοί τε οἱ λίθοι κατηγορήσωσιν ἡμῶν τὴν ἄγαν ἀναίσθησιν.
Διόπερ ἵνα μὴ τοῦτο γένηται, ἐχώμεθα τῆς ἀγαπήσεως αὐτοῦ κραταιῶς, μισοῦντες καὶ ἀποστρεφόμενοι τὸν διάβολον. Ἐνδίκως γὰρ ὁ εὐεργέτης ἐκ τῶν εὐεργεσιῶν ἀναλόγως φιλεῖται καὶ στέργεται· οὕτως ὁ πονηρὸς ἐκ τῶν ἐπιτηδευμάτων αὐτοῦ ἰσοτρόπως ὀφείλει μισεῖσθαι. Αὐτὸς γάρ ἐστι ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν· αὐτός ἐστιν ὁ ἀνθρωποκτόνος ἀπ᾽ ἀρχῆς, κατὰ τὴν φωνὴν τοῦ δεσπότου· αὐτός ἐστιν ὁ εἰς μυρίας δόξας διατεμὼν τὸ γένος ἡμῶν, πολλοῖς τε βέλεσιν ἁμαρτίας κατατιτρώσκων, καὶ ἐφιέμενος καταπιεῖν τὴν οἰκουμένην· ὃν εἰ μὴ μισήσωμεν, οὐδὲ ἐξευρεθήσεται κόλασις ἡ ἀξίως ἡμᾶς τιμωροῦσα· ὅτι τῷ ἐχθρῷ ἡμῶν καὶ φονευτῇ προστιθέμεθα.
Ἀλλὰ φύγωμεν, ὦ ἀδελφοὶ, ἀπ᾽ αὐτοῦ· φύγωμεν ὅτι μάλιστα. Τίς δὲ ἡ φυγή; ἡ ἀποχὴ τῶν πονηρῶν πράξεων τε καὶ νοήσεων· ὡς καὶ ἡ πρὸς τὸν θεὸν οἰκείωσις ἡ ἀνάληψις τῶν ἀγαθῶν ἔργων. Διὸ ἑλώμεθα τὸ ἀγαθὸν μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος καὶ ἐπιεικείας δουλεύοντες τῷ κυρίῳ, εἰδότες ὅτι πᾶν κατόρθωμα μὴ ὑπὸ ταπεινοφροσύνης φρουρούμενον, ἑαλόν ἔστιν· ὥστε τὸ πεφυσιωμένον φρόνημα ἔχοντες, ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα μὴ εἰς κενὸν τρέχωμεν· ἀλλὰ καὶ οἱ πάντες εὐπράττοντες ἐπειχθῶμεν, διώξωμεν, δράμωμεν ἵνα καταλάβωμεν, ἵνα κληρονόμοι βασιλείας οὐρανῶν γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.