Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 25

ΚΑΤΗΧΗΣΙΣ ΚΕ΄.
Εἰς βότρυμον.
Περὶ μὴ ἐκφέρειν ἄκανθας καὶ τριβόλους παθῶν, ἀλλὰ καρποφορεῖν τοὺς τῆς ἀρετῆς βότρυας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Τί εἴπω, ἢ τί λαλήσω καινότερον τῶν παρὰ τῶν ἁγίων εἰρημένων; Ἑκάστοτε οὐκ ἔχω ἢ μόνον τὸ τὰ αὐτὰ ἐκεῖνα ἀναλαμβάνειν καὶ περὶ τῶν αὐτῶν ἡμῖν διαλέγεσθαι εἰς ὁδηγίαν τοῦ κρείττονος. Φέρε δὴ οὖν καὶ σήμερον βραχέα τινὰ λαλήσω, καὶ εἰ δοκεῖ, ἁψώμεθα τοῦ λόγου ἀπὸ τῶν ἤδη παρισταμένων. Τί οὖν; οὐχὶ ὁ τρύγητος πάρεστι; καὶ ἐφ᾽ οἷς μὲν κλήμασιν οἱ καρποὶ βριθοῦσι χαρᾷ καὶ εὐλογίᾳ, ἐφ᾽ οἷς δὲ ἀπορίᾳ καρπῶν λύπη καὶ ἀθυμία. Καὶ ταῦτα τί πρὸς ἡμᾶς, εἴποιεν ἄν τις τῶν ἐπαϊόντων; Καὶ πάνυ γε ἁρμοδίως. Ἐπεὶ καὶ ἡμεῖς τροπικῶς ἀμπελῶν κυρίου ὀνομαζόμεθα. Ἢ ἀγνοεῖτε ὑμεῖς τὴν ὑποψαλλομένην ᾠδὴν ἐν τῇ τελετῇ τοῦ σχήματος; Οὐχὶ ταύτην ἅπαντες ἀνυμνοῦμεν; Κύριε, κύριε ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε· καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην· καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου. Καὶ γοῦν καὶ ὁ κύριος, ἐν τοῖς εὐαγγελίοις τάδε φησίν. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, Ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ· οὗτος φέρει καρπὸν πολὺν, ὅτι χωρὶς ἐμοῦ δύνασθε ποιεῖν οὐδέν.

Μείνωμεν οὖν, ἀδελφοὶ, ἐν τῷ ἀγαθῷ ἡμῶν δεσπότῃ, ὡς ὑπ᾽ αὐτοῦ πεφυτευμένοι ἀμπελοειδῶς, καὶ καρποφορήσωμεν αὐτῷ τοὺς τῶν ἀρετῶν βότρυας, ἵνα μεταλάβωμεν τῆς παρ᾽ αὐτοῦ εὐλογίας. Ἀλλὰ μὴ ἐκφέροντες ἄκανθας καὶ τριβόλους παθῶν, ὑπόδικοι ἐσώμεθα τῆς λεγούσης φωνῆς· Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Ἐκκόπτεται διὰ τοῦ θανάτου καὶ βάλλεται εἰς πῦρ· δηλονότι τὸ αἰώνιον, ἐν ᾧ βληθήσονται οἱ τὰς ὁμολογίας ἠθετηκότες, οἱ τὰ ἑαυτῶν σώματα τῇ φθορᾷ παραδεδωκότες· νεφέλαι ἄνυδροι, φησὶν, ὑπὸ ἀνέμων περιφερόμεναι, δένδρα φθινοπορινὰ ἄκαρπα δὶς ἀποθανόντα, ἐκριζωθέντα· κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται. Διατοῦτο βοᾷ ὁ ἀπόστολος· Φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἡ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν· ἠγοράσθητε γὰρ τιμῆς.

Οὐκ αἰσχυνώμεθα οὖν τὸν οὐρανὸν καὶ τὴν γῆν ἠγορασμένοι τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ, πάλιν ὑπονοστῆσαι εἰς τὰ ὀπίσω; Οὐκ ἐρυθριῶμεν νῦν αὐτοὶ ἐφ᾽ ἑαυτοῖς ἔξωθεν ἁγιοπρεπεῖς φαινόμενοι, ἔνδοθεν δὲ ἀκαθαρσίας γέμοντες. Ἔως ἄν ποτε ἐπ᾽ ἀμφοτέραις χωλανοῦμεν ταῖς ἐγγύαις; Ἔως τινος οὐκ ἐπὶ μιᾶς ἰστάμεθα ὁδοῦ; Οὐαὶ, φησὶ, τῷ ἐπὶ τρίβοις δυσὶ ἐπιβαίνοντι, κακίας δὲ δηλαδὴ καὶ ἀρετῆς. Οὐ γὰρ συμφιάζουσι ταῦτα ἀλλήλοις. Οὐδεὶς οἰκέτης εὔνους πῇ μὲν τῷ δεσπότῃ, πῇ δὲ τῷ ἐχθρῷ αὐτοῦ δουλεύει.

Ἐξ ὁλοκλήρου ἀναθετέον ἑαυτοὺς τῷ θεῷ, ὦ τέκνα. Οὕτω γὰρ δυνάμεθα τοῦ κατὰ θεὸν βίου περιγενέσθαι. Μὴ τοίνυν τοῖς κατ᾽ αἴσθησιν ἐναπομείνωμεν ὡς ἄλογα ζῶα· ἀλλὰ ταῖς ψυχικαῖς δυνάμεσιν ἀναθεωροῦμεν τὰ οὐράνια, τρέποντες τὰς αἰσθήσεις ἀπὸ τῶν φθαρτῶν εἰς τὰ ἄφθαρτα, ἀπὸ τῶν ὀλλυμένων εἰς τὰ ἀνώλεθρα. Μὴ δ᾽ αὖ ἀνεχόμενοι φαρμακεύεσθαι ὑπὸ τοῦ σοφιστοῦ τῆς κακίας ταῖς τῶν λογισμῶν ἐπιβουλαῖς· ἀλλ᾽ ὁπηνίκα ὑποσπείρῃ τὴν ἡδονὴν, ἢ τινα ἄλλην κακίαν, ἐκκρουέσθω θᾶττον ὁ δόλιος. Πῶς; Εὐχαῖς, καὶ δεήσεσι, δάκρυσί τε καὶ κατανύξεσιν. Καὶ τοιαύτη ἡ ἀόρατος πάλη καὶ τοιοῦτος ὁ ἀκήρυκτος ἀγών. Οὐκοῦν κατὰ μίμησιν τῶν σαρκικῶν, πολεμούντων ζέοντες τῷ πνεύματι τροπώμεθα τοὺς ἀοράτους ἐχθρούς. Καὶ, ὥσπερ ἐκεῖνοι ἐλπίδι τῶν ἀγαθῶν· καὶ πληττόμενοι οὐκ ἀποχωροῦσιν· οὕτω καὶ ἡμεῖς κἂν μυρία τιτρώσκωμεν, μὴ ὑπονοστήσωμεν· ἀλλ᾽ ἔτι ὑπομείνωμεν, ἔτι πολεμήσωμεν δυναμούμενοι ὑπὸ τῆς τοῦ θεοῦ ἐπικουρίας.

Ναὶ, ἀδελφοί μου, παρακαλῶ· εἰς τοῦτο γὰρ καὶ κοπιῶ τὰ βραχέα ταῦτα φθεγγόμενος. Καὶ οὐ χαίρω μὲν ἐπὶ τοῖς εὐδρομοῦσι· στενῶ δὲ ἐάν τις ὑποσκελίζοιτο. Ἀλλ᾽ εἴημεν πάντες ὀρθοποδοῦντες ἀγαθοπραττοῦντες, καθυπομένοντες ἐν ταῖς ψαλμωδίαις, ἐν ταῖς διακονίαις, ἐν ταῖς ὑπακοαῖς, ἐν ταῖς ταπεινώσεσι· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·