Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 26
ΚΑΤΗΧΗΣΙΣ Κϛ΄.
Τῇ ὑψώσει.
Περὶ τοῦ μὴ κατάγειν ἑαυτοὺς εἰς πάθη ἀτιμίας, μὴ δὲ ἡγεῖσθαι ἡδείαν εἶναι τὴν ἡδονήν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Χαρᾷ χαίρωμεν ὁπηνίκα ἐπισταίη ἑορτὴ δεσποτική· καὶ εἰκότως. Φωτιζόμεθα γὰρ ἐν αὐτῇ ἀναθεωροῦντες τὸ ποῖον αὐτῆς μυστήριον; καθάπερ καὶ νῦν ἐπὶ τῇ ὑψώσει τοῦ τιμίου Σταυροῦ. Ὅσον γὰρ ἐπιχαρὲς καὶ ἐξαίσιον· ὅτι τὸ Ξύλον, οὗ ἔστησαν οἱ πόδες τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐφ᾽ ᾧ καὶ σταυρωθεὶς ἐκένωσε τὸ ζωοποιὸν αὐτοῦ αἷμα· τοῦτο ἠξιώθημεν οὐ μόνον θεάσασθαι, ἀλλὰ καὶ περιπτύξασθαι Πόσα ἂν τις κάμοι, ἵνα περιποιήσηται ἑαυτῷ χρυσίον ἀπολλύμενον, ἡμῖν δὲ αὐθωρὸν τὸ δώρημα· ὁμοῦ τε γὰρ ἠσπασάμεθα, καὶ ἐπορισάμεθα φωτισμὸν καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν. Οὕτως ἑτοίμη ἡ χάρις, καὶ ἀκάματον τὸ δῶρον τοῖς πιστῶς προσιοῦσιν· ἀλλ᾽ ὅμως εὐχῆς ἔργον ἀναφαίρετον τὴν τοιαύτην χάριν ἀνασώσασθαι· ἐπειδὴ τὸ εὐκόλως δωρηθὲν εὐκαταφρόνητον πῶς πέφυκεν εἶναι· ἀλλ᾽ ἡμῖν γε φυλακτέον, ὦ ἀδελφοὶ, τὸ χάρισμα.
Μὴ τοίνυν τὰ ἁγιασθέντα ἡμῶν χείλη μολύνωμεν λόγοις ψευδέσι καὶ ῥήμασι ματαιότητος· μὴ δὲ τοὺς φωτισθέντας ἡμῶν ὀφθαλμοὺς ἀμαυρώσωμεν πορνικοῖς διαβλέμμασι, μηδὲ τὴν λαμπρυνθεῖσαν καρδίαν κοινώσωμεν πονηροῖς ἐνθυμήμασιν, μὴ δὲ ὡς βοᾷ ὁ ἀπόστολος βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ· μὴ δὲ παριστάνωμεν τὰ μέλη ἡμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παρίσταμεν ἑαυτοὺς τῷ θεῷ ὡς νεκρῶν ζῶντας, καὶ τὰ μέλη ἡμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ· Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον· ἀλλ᾽ ὑπὸ χάριν. Ὁρᾶς ὅτι ἐν τῷ νόμῳ ἡ ἁμαρτία κυριεύουσα, ἐν δὲ τῆ χάριτι ἡ δικαιοσύνη βασιλεύουσα, ἀπολυτροῦται ἡμᾶς πάσης ἁμαρτίας, καθὼς γέγραπται· ἀλλὰ ἀπελούσασθε, ἀλλ᾽ ἁγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ θεοῦ ἡμῶν.
Αἰδεσθῶμεν οὖν, παρακαλῶ, τὴν κάθαρσιν· φυλάξωμεν τὸν ἁγιασμόν. Τί ἑαυτοὺς κατάγομεν εἰς ἀτιμίαν, τίμιοι γεγονότες; Τί δὲ περιέπομεν τὸ σῶμα πλέον ἢ καλῶς ἔχειν; ὅπερ μικρὸν ὕστερον ἐγκαταλείψωμεν τῷ τάφῳ. Τί δὲ ἡγούμεθα ἡδείαν εἶναι τὴν ἡδονὴν, οὖσαν τῷ ὄντι ὀδύνην θανάσιμον; Ἡδονὴ γάρ ἐστι τοῦ διαβόλου τὸ ἄγκιστρον· ἡδονή ἐστι τὸ ὑπέκαυμμα τοῦ ἀσβέστου πυρὸς, καὶ ὅμως συνελαυνώμεθα πρὸς αὐτὴν οἱ ἄνθρωποι ὡς δοῦλοι ὑπόσπονδοι, καί γε ἤκουσα τινὸς λέγοντος τῶν κεκρατημένων τῷ πάθει, ὡς αἰρετώτερόν ἐστι τοῦ δι᾽ ἀγχόνης θάνατον ἀσπάσασθαι, ἢ δουλεύειν τῇ ἁμαρτίᾳ. Καὶ γὰρ ὥσπερ βαρὺς δεσπότης ἐπιτάσσει τῷ οἰκέτῃ· πορεύου καὶ πορεύεται, ἔρχου καὶ ἔρχεται· ποίησον τοῦτο καὶ ποιεῖ· τὸν αὐτὸν δὴ τρόπον καὶ πολλῷ χαλεπώτερον ὑποχείριον αὐτῇ κελεύει ἡ ἁμαρτία. Φθέγξαι τὰ αἰσχρὰ, καὶ φθέγγεται· δράσον τὰ πονηρὰ καὶ ποιεῖ. Ἔοικεν στένειν καὶ τρέμειν ὁ τοιοῦτος κατὰ τὸν Καΐν, κἂν ἐν θαλάσσῃ περὶ ναυάγιον ὑφορᾶται, κἂν ἐν ἐρημίᾳ διέρχηται λῃστεύεσθαι ὑπονοεῖ· ἐβρόντησε, καὶ δοκεῖ δι᾽ αὐτὸν γεγονέναι τὴν βροντήν· ἤστραψε καὶ δέδοικε μήπως περίκαυστος γένηται· βλέπων οὐ βλέπει, καὶ ἀκούων οὐκ ἀκούει, διεστραμμένας ἔχων τὰς αἰσθήσεις· Τί τοίνυν δεινότερον τῆς ζωῆς; Ἐμοὶ δοκεῖ ἀνεκτότερον εἶναι θηρίοις παραδοθῆναι, ἢ τοῖς ὀλεθρίοις πάθεσι· ὅτι ἐκεῖ μὲν σῶμα, ὦδε δὲ ἡ ψυχὴ καὶ σῶμα ἀπόλλυται.
Ἀλλ᾽ οὐχ οὕτως ὁ ἐνάρετος, ὅς τε ἐλεύθερος ὢν τῇ ἁμαρτίᾳ. Ἐγὼ δὲ τοῦτο οὐ μόνον τῇ ἡδονῇ, ἀλλὰ καὶ τὸ πᾶν ἄλλο πάθος. Χαίρεται καὶ ἥδεται βασιλεύει τῇ δικαιοσύνῃ, ἀφόβητός ἐστι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ἔχει γὰρ ἔνοικον τὸν θεὸν, πρὸς ὃν ἐπιβοᾷ ἐν τοῖς συμβαίνουσιν. Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ· Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων· οὐ φοβηθήσομαι ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
Ἡ δὲ ἀγαθὴ ζωή, αὐτή ἐστι, ἡ μακαρία βιοτὴ, ἣν καὶ ἠσπασάμεθα, ἀδελφοὶ, ἐλέει θεοῦ, περὶ ἣν καὶ καταγινώμεθα, ἐφ᾽ ἣν καὶ ἐπιχθῆναι σπεύσωμεν ἔτι μᾶλλον πάντα ὑποπτήσσοντες δι᾽ εὐλάβειαν πᾶσαν ὑπακοὴν ἐξασκούμενοι, πᾶσαν ταπεινοφροσύνην ἐγκομβούμενοι, πᾶσαν καθαρότητα ψυχῆς ἑαυτοῖς περιποιούμενοι, ὁρῶντες πρὸ προσώπου ἡμῶν, καὶ τὸν θάνατον ἐνεργούμενον.
Ἤδη γὰρ ἀπολέλοιπεν ἡμᾶς καὶ ὁ πνευματικὸς ἡμῶν πατὴρ Πέτρος ὁ ἁγιώτατος μητροπολίτης Νικαίας, οὗ καὶ μακάριον τὸ τέλος ἐν τῷ διωγμῷ ἐκδημήσαντος· μεθ᾽ οὗ καὶ κληρονομῆσαι ἀξιωθῶμεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.