Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 27
ΚΑΤΗΧΗΣΙΣ ΚΖ΄.
Εἰς τὸν σπόρον.
Περὶ τοῦ πνευματικοῦ σπόρου καὶ τοῦ ἀγρυπνεῖν ἐν ταῖς θείαις μελέταις.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ὁ παρὼν καιρὸς σπόρου ἐστι τῶν ἐνύλων σπερμάτων, σίτου καὶ τῶν ἄλλων· καθ᾽ ὃν θεωροῦμεν τοὺς ἀνθρώπους ἀπὸ νυκτὸς εἰς νύκτα ὑπαντῶντας πρὸς τὰ ἔργα, πολλήν τε ἐπιμέλειαν ποιουμένους πρὸς τὰ κάλλιστά τε καὶ αὐτάρκη κατασπεῖραι, ἐξ οὗ τὰ ἐφόδια τοῦ σώματος αὐτοῖς προσγίνοιτο. Τί οὖν ἡμεῖς οἱ τοῦ πνευματικοῦ σπόρου γεωργοὶ καθευδήσομεν ἄρα, καὶ μενοῦμεν ἄσποροι τῶν ὀφειλομένων καὶ πῶς ὑποίσομεν τὸν λιμὸν τὸν αἰώνιον; Ἢ τίνα εὕρωμεν τῆς ἀργίας ἀποτίσαι λόγον; Οὐκοῦν διαγερθῶμεν μᾶλλον τῶν σαρκικῶς σπειρόντων θερμότερον καὶ σπείρωμεν πλουσιώτερον. Διότι ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾽ εὐλογίαις ἐπ᾽ εὐλογίας καὶ θερίσει. Τί δὲ σπείρωμεν; δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίαν, πίστιν, ἐλπίδα, ἀγάπην. Ταῦτά εἰσι τὰ σπέρματα τῆς εὐσεβείας· τούτοις διατρέφεσθαι πέφυκεν ἡ ψυχή. Ἀλλ᾽ ἐπὶ μὲν τοῦ σαρκικοῦ σπόρου μακροθυμεῖ ὁ γεωργὸς ἀναμένων τὸν ὑετὸν ἕως λάβοι πρώϊμον καὶ ὄψιμον· ἐπὶ δὲ τοῦ καθ᾽ ἡμᾶς σπόρου ἡμεῖς ἐσμὲν κύριοι τοῦ ὑετίζειν καὶ βρέχειν· ἤγουν κλαίειν καὶ κατανύσσεσθαι, ὁπηνίκα βουλόμεθα, καὶ ὅσον αἱρούμεθα. Ἐπεὶ οὖν ἐν τῇ ἐξουσίᾳ ἡμῶν ἡ αἵρεσις αὕτη, παρακαλῶ ἀδελφοὶ, σπείρωμεν πολλὰ καὶ ἡμεῖς, καὶ ἀρδεύσωμεν πλεῖστα, καὶ αὐξήσωμεν τὰ γεννήματα τῆς δικαιοσύνης ἡμῶν, ἵνα ἐστάντος τοῦ νοητοῦ θέρους πληρώσωμεν τὰς χεῖρας ἡμῶν καὶ τοὺς κόλπους τῶν πνευματικῶν δραγμάτων, ὥστε ἀξιωθῆναι ἡμᾶς ἐπαϊέναι· Εὐλογία Κυρίου ἐφ᾽ ἡμᾶς· Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.
Οὗτος μὲν ὁ περὶ τούτων λόγος. Βούλομαι δὲ ὑμᾶς, ἀδελφοὶ ὑπομνῆσαι, ὅτι αἱ νύκτες ἄρτι πελαγίζουσι τῇ σμικρότητι τῶν ἡμερῶν· καὶ ὥσπερ ἡ ἀγρυπνία τήκειν εἴωθε τὸ σῶμα, οὕτως καὶ ἡ πολυπνία λιπαίνειν τὴν σάρκα· λιπαινομένης δὲ τῆς σαρκὸς συνεκτρέφεται τὰ πάθη. Τί οὖν ἐστιν εἰπεῖν; Ἕκαστος ἡμῶν ψαλμὸν ἔχει, μελέτην ἔχει, προσευχὴν ἔχει, πάντα συμμεμετρημένως ἐπιμελείσθω, πάντα πρὸς οἰκοδομὴν ψυχῆς, πρὸς καταρτισμὸν τοῦ πνεύματος, ἵνα μὴ πειράζῃ ἡμᾶς ὁ σατανᾶς διὰ τῆς ἀκρασίας. Λέγω δὲ τοῦτο οὐ μόνον ἐπὶ τοῦ ὕπνου, ἀλλὰ καὶ ἐπὶ βρώματος καὶ πόματος· ἀλλὰ καὶ παντὸς εἴ τινος ἄλλου. Τὸ γὰρ μεμετρημένον ἄριστον ἐφ᾽ ἑκατέρας παρατροπῆς σώους ἡμᾶς καὶ ἀπήμονας διαφυλάττει. Ὅτε δὲ ὁ κρατῶν ἐπέτρεψεν ἐκ τῆς ἐκστρατιᾶς· ἴσως, ἀναβαίνουσι λογισμοὶ ἐν ταῖς καρδίαις ὑμῶν, διασκοπούντων τι καὶ πῶς ἀποβήσεται τὰ τῆς ἐκκλησίας· ἤγουν τὰ καθ᾽ ἡμᾶς, ἀλλὰ γέγραπται· Ἐπίῤῥιψον ἐπὶ τὸν κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει. Καὶ· Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν τίς καθ᾽ ἡμῶν; ὃς ὥσπερ ἐν τοῖς προλαβοῦσιν ἔτεσιν ἐτροποφόρησε τὴν ζωὴν ἡμῶν, ἐκ ποικίλων πειρασμῶν καὶ θλίψεων ῥυσάμενος ἡμᾶς· οὕτως καὶ πρὸς τὰ ἑξῆς τροποφορήσειεν. Μόνον ἡμεῖς ἀξίως τοῦ εὐαγγελίου πολιτευσώμεθα οὐράνιον τὸ πολίτευμα ἔχοντες· ξένοι καὶ παρεπίδημοι τῶν ἐπὶ γῆς· οὐδεμία γὰρ μερὶς ἡμῶν οὐ δὲ κλῆρος ἐνταῦθα. Τίς γὰρ ἐξ αἰῶνος εἰσελθὼν ἐν τῷ βίῳ ἐπιμεμένηκε, ἵνα κληρονομήσῃ τι; Οὐχὶ πάντες ὅσοι εἰσῆλθον πάλιν ἐξῆλθον ὥσπερ ἐξ ἀλλοτρίας· ὥστε παροικία ἐνταῦθα· ἀληθινὴ δὲ ἡ κατοικία καὶ κλῆρος καὶ σχέσις ἐν τῷ μέλλοντι αἰῶνι· ἐν ᾧ γενόμενοι ἀξιωθείημεν σὺν ἁγίοις πᾶσι κληρονομῆσαι βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.