Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 28

ΚΑΤΗΧΗΣΙΣ ΚΗ΄.
Εἰς τὸν σπόρον.
Περὶ πίστεως, καὶ τοῦ μὴ εἰκῆ καὶ μάτην δαπανᾶν τὴν ζωὴν ἡμῶν· καὶ ὅτι ὄναρ καὶ σκιὰ εἰσὶ τὰ παρόντα πρὸς τὰ μέλλοντα.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Γῆ μὲν ἅπαξ τοῦ ἐνιαυτοῦ σπειρομένη τὰς ἐτησίους καρποφορίας παρέχει τῷ γεωργῷ· ψυχὴ δὲ καὶ καθεκάστην ἡμέραν δεχομένη τὸν σπόρον τῆς διδασκαλίας μόλις ἂν ἀποδώσει διὰ βίου παντὸς τὰ τῆς ἀρετῆς γεώργια. Καὶ ἡ αἰτία; Διότι ἐπιμελῶς ἐγκεῖται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ· κἀντεῦθεν σποριστὸν τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει· καὶ οὐκ ἂν τις δυνηθείη περιγενέσθαι κακίας μὴ οὐχὶ πόνῳ πολλῷ καὶ χρόνῳ κονισάμενός τε καὶ ταλαιπωρησάμενος; Καὶ τοῦτο δεδείχασιν οἱ ἅγιοι ἀφ᾽ ὧν ἔδρασαν ἀσκητικῶς τε καὶ ἀθλητικῶς, καὶ ἀγωνισάμενοι κατὰ τῆς ἁμαρτίας. Τί ὀρεγόμενοι; ἢ τί ἐπιζητοῦντες; Τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Πόθεν ἔχοντες τὰ ἐνέχυρα τῆς ἀποπαραδοκίας; Ἐξ αὐτῆς τῆς πίστεως. Καὶ γὰρ ὁ δοὺς αὐτοῖς θεὸς τὸ πιστεύειν ἀραρότως, αὐτὸς δ᾽ ἔδωκεν αὐτοῖς καὶ τὸ ἐλπίζειν ἀνενδοιάστως καὶ ἐν τῇ ἐλπίδι τὸ δύνασθαι αὐτοὺς ἐνεργεῖν σημεῖα καὶ τέρατα. Ἐντεῦθεν, ὥς φησιν ὁ ἱερὸς ἀπόστολος, κατηγωνίσαντο βασιλείας, ἐπέτυχον ἐπαγγελιῶν· ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενίας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ παρεμβολὰς ἔκλιναν ἀλλοτρίων, ἔλαβον γυναῖκας ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· Ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν.

Ὁρᾶτε ὅσα καὶ ἡλίκα τὰ τῆς πίστεως κατορθώματα· πίστις γὰρ ἐστὶν ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ τοιγαροῦν, ὦ ἀδελφοὶ, καὶ ἡμεῖς δυναμούμενοι ἀριστεύσωμεν, καὶ τοῦ διαβόλου καταγωνισώμεθα τῶν ὀλεθρίων παθῶν. Πῦρ ἐστι καὶ νῦν ἀνακαιόμενον ἡ ἐπιθυμία δὴ τῆς σαρκός. Κ᾽ ἂν ταύτην δάκρυσί τε καὶ προσευχαῖς ἀποσβέσωμεν μετὰ τῶν παίδων χορεύσαντες. Θῆρές εἰσιν ἄγριοι τὰ ἀνημέρα πάθη τῆς ἀτιμίας, κ᾽ ἂν ταῦτα δουλογωγίας σαρκὸς καὶ ὑποταγῆς ζώνῃ φιμώσωμεν, καὶ μετὰ τοῦ Δανιὴλ ἀγαλλιασώμεθα· καὶ εἶτα τί μικροῖς πόνοις κληρονομήσωμεν τὰς αἰωνίους ἐπαγγελίας.

Οὐχὶ ὄναρ καὶ σκιά εἰσι τὰ παρόντα πρὸς τὰ μέλλοντα ἀπεικονιζόμενα; Καὶ ὅμως καὶ αὕτη ἡ παραβολὴ ἀποδεικνύουσά ἐστιν τῆς ἀληθείας. Πῶς γὰρ ἂν τοῖς ἀπείροις αἰῶσιν ὁ πεπερασμένος αἰὼν συντεθήσεται· ἢ πῶς τοῖς ἀτελευτήτοις πράγμασιν ὁ μικρὸν ὕστερον συντελεσθησόμενος κόσμος παραβληθήσεται. Λοιπὸν ἐννοῶμεν τὴν ἀπέραντον καὶ ἀναδιήγητον χαρὰν τῶν χαρησομένων ἐκεῖσε, καὶ κόλασιν τῶν κολασθησομένων καὶ εἰ μόνον ἡ περὶ αὐτῶν ἔννοια ἐξιστᾶναι ἡμᾶς πέφυκεν· πόσῳ γε μᾶλλον ἡ πεῖρα τῶν πραγμάτων εἴη εὐυπόστατος; Ἔστω δὴ λοιπὸν, ἔστω πᾶσα ἡμέρα μὴ ἁπλῶς καὶ ἀκανονίστως παρατρέχουσα. Καὶ αὕτη διαπανῶσα ἡμῶν τὴν ζωὴν εἰκῆ καὶ μάτην, ἀλλ᾽ ὡς τελευταία λογιζομένη, κατὰ τὴν νομοθεσίαν τοῦ ἁγίου Ἀντωνίου· καὶ αὕτη βελτιοῦσα ἡμᾶς καὶ ἑτοίμους παριστῶσα πρὸς τὴν ἔξοδον. Καὶ πῶς ἔνι, φησὶν, ἐν τῷ κοινοβίῳ τούτῳ κατορθωθῆναι ἑκάστης διακονίας περισπώσης ἕκαστον; Καὶ πάνυ μὲν οὖν δυνατὸν ἐὰν βουλόμεθα, καὶ πλέον καὶ μᾶλλον, τῶν ἡσυχίων ἑλομένων· εἰ περ ἐκεῖ μὲν καὶ αὐτοθελὲς καὶ αὐτοκρατὲς καὶ τὸ ἀπρόσπληκτον ἀργόν ἐστι πρὸς ἔννοιαν θανάτου. Ἐνταῦθα δὲ ἡ μαρτυρικὴ κοπὴ τοῦ θελήματος, καὶ ἐπιταξαμένη διακονία, καὶ ἡ ἐπισυμβαίνουσα ἀτιμία τὸ ἀπόκριμα τοῦ θανάτου ἐξ ἑτοίμου ἔχουσιν· ὅτι μάλιστα καὶ γοῦν ὁ μακάριος ἀπόστολος εἰπών· Καθ᾽ ἡμέραν ἀποθνήσκω. Νὴ τὴν ἡμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν; Οὐχ ἡσυχάζων τοῦτο· ἀλλὰ μυρίοις πειρασμοῖς συνεχόμενος εἴρηκεν· ὥστε ἔχωμεν τὸ ζητούμενον.

Καὶ μνημονεύειν τοῦ θανάτου νυκτὸς καὶ ἡμέρας. Μήποτε διαλείψωμεν· οὕτω γὰρ καὶ ἐπιθυμίαν πονηρὰν καὶ ὀλιγωρίαν διακονίας καὶ βασκανίαν πονηρὰν καὶ πᾶσαν ἄλλην κακίαν ἐλέει θεοῦ ἀποκρουσόμεθα. Εἶτα καὶ ἐπὶ τὸ τέλος ἐρχόμενοι, ὡς ἤδη προφθάσαντες τῇ μελέτῃ τοῦ θανάτου οὐ φοβηθησώμεθα, οὐ τε ταραχθησώμεθα· ἀλλ᾽ εὐμενῶς τοὺς ἁγίους ἀγγέλους προσβλέψωμεν, καὶ ζωῆς αἰωνίου ἐπιτευξόμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·