Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 29
ΚΑΤΗΧΗΣΙΣ ΚΘ΄.
Εἰς τὴν μνήμην τοῦ μάρτυρος Θαδδαίου.
Περὶ εὐχαριστείας καὶ διδασκαλίας, περὶ τῆς προσκυνήσεως τῆς Χριστοῦ εἰκόνος καὶ ὁμολογίας τοῦ ἀδελφοῦ ἡμῶν Θαδδαίου.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Πολλοὺς ἡμῖν τρόπους ἔδωκεν ὁ θεὸς εἰς τὸ κατεργάζεσθαι τὴν σωτηρίαν ἡμῶν. Εἷς δὲ τρόπος, καὶ πρῶτος ἡ εὐχαριστεία. Φησὶ γὰρ ὁ ἀπόστολος· Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν· ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ καὶ πανταχοῦ εὐχαριστῶν δείκνυται. Λέγει δὲ καὶ ἐν τῇ Κλίμακι ὡς προηγεῖσθαι ὀφείλει τῆς προσευχῆς ἡ εὐχαριστεία. Εὐχαριστοῦμεν οὖν τῷ θεῷ, πρῶτον μὲν ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγεν κτίσας ἡμᾶς ἐπ᾽ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Εὐχαριστοῦμεν αὐτῷ, ὅτι ἤγαγεν ἡμᾶς εἰς υἱοθεσίαν διὰ τοῦ ἁγίου βαπτίσματος. Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶ, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἱ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλὰ ἐκ θεοῦ ἐγεννήθησαν. Εὐχαριστοῦμεν αὐτῷ, ὅτι ἤγαγεν ἡμᾶς εἰς τὴν προκειμένην ὁμολογίαν μετὰ τὴν προλαβοῦσαν, ὃ καὶ οὐκ ἠπατήμεθα. Ἴσμεν δὲ ὅτι ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ σὰρξ γεγονὼς, καθὼς Ἰωάννης βοᾷ, περιγράφεται σαρκὶ, καὶ ἔχει εἰκόνα· κἂν τῇ εἰκόνι αὐτοῦ προσκυνεῖται. Πόσοι γὰρ τῶν ἀνθρώπων ἔξω τοῦ εὐαγγελίου ἐν πλάνῃ ἀπιστίας ὑπάρχουσι; Ἄλλοι δὲ, ἔνδον μὲν τοῦ εὐαγγελίου, περὶ δὲ τὴν πίστιν πεπλανημένοι καὶ νεναυγηκότες, καθάπερ εἰκονομάχοι, μὴ ὁμολογοῦντες Χριστὸν ἐγγεγραμμένον, μὴ δὲ ἐν εἰκόνι προσκυνεῖσθαι, κἀντεῦθεν ἀποσκευαζόμενοι τὸ καθ᾽ ἑαυτοὺς τὴν σωτήριον αὐτοῦ οἰκονομίαν.
Ταῦτα κατανοοῦντες, ἀδελφοὶ, εὐαισθήτως ἔχωμεν εὐχαριστεῖν τῷ κυρίῳ· καὶ τῇ εὐχαριστίᾳ κατανύσσεσθαι, καὶ τῇ κατανύξει δακρύειν, καὶ τῷ δακρυσμῷ φωτίζεσθαι. Καὶ τῷ φωτισμῷ πορίζεσθαι τὴν σωτηρίαν ἡμῶν· καθὼς ὑπέσχετο ὁ λόγος. Μὴ γὰρ οἰώμεθα ἁπλῶς εἶναι τὴν πίστιν· μία μὲν γὰρ ἐστί· Μεγαλύνεται καὶ σμικρύνεται ὅμως διὰ τῆς ἀκαταθοησίας φησὶ γὰρ· — Ὀλιγόπιστε εἰς τί ἐδίστασας; — Καὶ ἀλλαχοῦ — Μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς ἐπίστευσας. — Καὶ πάλιν — Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ἰδοὺ καὶ μεγαλύνεται καὶ σμικρύνεται. Μὴ λεγέτω δέ τις, ὅτι ἰδιώτης εἰμί· καὶ πῶς οἷόν τε μοι κατανοεῖν τὴν πίστιν. Ὁ ἀγαθὸς θεὸς πᾶσιν ἁπλοῖ τὰς ἀκτῖνας τῆς ἀγαθότητος αὐτοῦ. Τί λέγει ὁ ἀπόστολος; — Βλέπετε ἀδελφοὶ τὴν κλῆσιν ὑμῶν. Ὅτι οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς, ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρὰ, καὶ τὰ ἀγεννῆ τοῦ κόσμου, καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὀ θεὸς καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.
Οὐχ ὁρᾶτε ἐν ὑμῖν αὐτοῖς τὸ λεγόμενον. Οὐκ ἀνιμνήσκεσθε τὸν ἀδελφὸν ἡμῶν Θαδδαῖον, ἵνα τοὺς ἄλλους παραδραμῶ. Οὐ Σκυθης ἦν; Οὐ δοῦλος ἐχρημάτισεν ἀνθρώπων; Οὐκ ἐλευθερωθεὶς ἐμόνασε; Οὐκ ἔφθασε ἐν τῇ προλαβούσῃ καὶ ἐν τῇ παρούσῃ ὁμολογίᾳ; Καὶ ἐπειδὴ κατενόησεν τὴν πίστιν αὐτοῦ καὶ ἐμεγαλύνθη κατ᾽ αὐτὴν χωρήσας δεόντως, ἠξιώθη καὶ μαρτυρίου στέφανον ἀναδήσασθαι· τῶν ἐνθένδε μετελθὼν μετὰ τρίτην ἡμέραν τῆς ἐναθλήσεως αὐτοῦ. Οὕτως οὖν καὶ ἡμεῖς ἀδελφοὶ ζήσωμεν, μὴ προφασιζόμενοι ἀμαθίαν, ἀλλ᾽ ἐκζητοῦντες καὶ διδασκόμενοι καὶ μεγαλυνόμενοι κατὰ τὴν πίστιν ἡμῶν. Εἰ δὲ τοῦτο, εἰ ὁ ἀγαθὸς βίος συμπαραμαρτυρεῖ τῇ πίστει — Πίστις γὰρ δι᾽ ἀγάπης ἐνεργουμένη τελεῖ τὴν σωτηρίαν ἡμῶν. Ἐκ δυοῖν γάρ ἐστι τὸ σῶμα τῆς ψυχῆς, καὶ οὐ τε πίστις καθ᾽ ἑαυτὴν, οὔτε βίος καθ᾽ ἑαυτὸν σώζει· ἀλλ᾽ ἑκάτερα ἐφ᾽ ἑκατέρων συντηρούμενα καὶ συμβιβαζόμενα· ἵνα οὕτως καὶ ἡμεῖς τηρούμενοι φθάσωμεν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ καταξιωθῶμεν τυχεῖν σὺν τοῖς ἁγίοις τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.