Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 4

ΚΑΤΗΧΗΣΙΣ Δ΄.
Μετὰ τὸ ἅγιον Πάσχα.
Περὶ τοῦ προσέχειν ἑαυτοῖς, καὶ φεύγειν τοὺς ὀλεθρίους τόπους καὶ τρόπους τῆς ἀμαρτίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Καιρὸς ἡμᾶς καλεῖ μετὰ τὴν ἑορτὴν πάλιν πρὸς διάλεξιν ἐλθεῖν, καὶ τὸ συνηθὲς ἀποδοῦναι τῆς κατηχήσεως. Καί γε ἤκομεν σὺν προθυμίᾳ εἰδότες ὅτι εἰς τοῦτο κείμεθα. Καὶ οὐαὶ ἡμῖν ἐστὶν, ἐὰν μὴ διαλεγώμεθα ὑμῖν ὅσον ἐνδέχεται. Τί οὖν ἐστὶν εἰπεῖν φθάσασιν; ὅτι καθάπερ τις ἔμπορος ἕκαστος ὑμῶν ἐν τῇ ἁγίᾳ τεσσαρακοστῇ συναθροίσας ἑαυτῷ πλοῦτον πνευματικὸν, ἐλήλυθεν ὥσπερ ἐν λιμένι εἰς τὸ ἅγιον Πάσχα, πολλὰ καὶ κάλλιστα ἀγώγιμα τῆς ἀρετῆς ἐπιφερόμενος, τουτέστι νηστείαν, ἀγρυπνίαν, προσευχὴν, φιλεργίαν, ὅσα ἄλλα τῆς ὁσιότητος σπουδάσματα. Φροντίδος οὖν οὐ τῆς τυχούσης τοῦ ταῦτα διασώσασθαι· οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ αἰσθητοῦ λιμένος ἔχει οὕτως καὶ ἐπὶ τοῦ νοητοῦ ὑπολαμβάνειν. Ἔστι ἐκεῖ μὲν γὰρ, ἐπειδάν τις καθορμίσθη, ἀπραξίαν ἄγει καὶ ἀμεριμνᾷ τῶν θαλαττίων κυμάτων τε καὶ περιστάσεων· ἐνταῦθα δὲ τοὐναντίον τῇ ἀνέσει τῆς σαρκὸς ἀγριαίνουσι μᾶλλον τὰ πάθη, καὶ συνεισβάλλουσιν ὥσπερ τινὲς καταιγίδες τὰ τῆς πονηρίας πνεύματα· πνεῦμα πορνείας, πνεῦμα γαστριμαργείας, πνεῦμα φιλαργυρίας, πνεῦμα ἀκηδείας, πνεῦμα λύπης, πνεῦμα ὑπερηφανείας· καὶ δέος, μὴ ἐν τῷ λιμένι ὑποβρύχιοι γενώμεθα.

Ἴδεν οὖν ποτὲ ὁ ἅγιος Δαυὶδ ἀφυλάκτως εἰς τὴν Οὐρίου, καὶ ὃ πέπονθεν, ἴσασιν οἱ ἀναγινώσκοντες· Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισε, φησὶν, ὁ ἠγαπημένος. Ἥψατό τις ἀβουλήτως καὶ ἀναφλεχθεὶς πρὸς ἐπιθυμίαν ἐπέτεκεν ἀνομίαν· Πρόσεχε ὁ εἰσακούων· φεῦγε τοὺς ὀλεθρίους τόπους καὶ τρόπους τῆς ἁμαρτίας· κανόνιζε σεαυτὸν καὶ ὀφθαλμῷ, καὶ ἀκοῇ, καὶ ὀσφρήσει, καὶ γεύσει, καὶ ἁφῇ, βρώσει τε, καὶ πόσει, καὶ ὕπνῳ· ἵνα ἀκαταβάπτιστος μένῃς τῷ κλύδωνι τῶν παθῶν. Ἐκεῖνό γέ ἐστιν γνωστέον ὅτι ὁ τὴν αἰσθητὴν θάλασσαν διαπλέων ἀβουλήτως ὑφείσταται τὰς ζάλας καὶ τὰς τρικυμίας· ὁ δέ γε τὴν νοητὴν ὑγρὰν διερχόμενος κύριός ἐστιν καὶ τῆς ζάλης καὶ τῆς γαλήνης. Εἰ μὲν γὰρ τοὺς ἐκτόπους λογισμοὺς ἀποσείεται ἀνδρικῶς, ἐμπίπλαται γαλήνης συνέμπορον ἔχων τὸ Πνεῦμα τὸ ἅγιον· ὥσπερ ἱστορεῖται ἐπὶ τοῦ ἁγίου Ἀρσενίου· ὁ δὲ ἀνειμένως ἔχων τὰς αἰσθήσεις καὶ τὰς ἐπιθυμίας δίκην ῥευμάτων εἰσοικιζόμενος, αὐτὸς ἑαυτῷ κλύδωνα διεγείρει πονηρότατον· ὥστε εἰ μὴ ταχὺ καταστορέσῃ τοὺς κυμαίνοντας λογισμοὺς, φθάσοι ἂν εἰπεῖν ἐκείνην τὴν ἐλεεινὴν φωνήν· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με.

Τοιγαροῦν ἐπιστατείτω ὁ λογισμὸς, καὶ μὴ καθελκέσθω τὸ κρεῖσσον ὑπὸ τοῦ χείρονος· ἀλλὰ δεσποτευέτω τὸ πνεῦμα καὶ ἀγέτω πρὸς τὰ κρείττονα. Ἢ οὐκ ἴστε τί εἰργάσατο ἡ ἁμαρτία; οὐχὶ θάνατον εἰς τὸν κόσμον εἰσήγαγεν; οὐχὶ τὴν γῆν κατέφθειρεν; οὐχὶ τὴν οἰκουμένην ἐπλήρωσεν πολυανδρίων, καὶ τάφων ἐξ αἰῶνος μέχρι τοῦ δεῦρο. Ἐπεὶ ἄφθαρτος ἦν ὁ ἄνθρωπος πρὸ τῆς παραβάσεως, καὶ οὐδὲν τῶν προειρημένων ἔσχεν ἂν ἀρχὴν, μένοντος τοῦ πρωτοπλάστου ἐν τῇ δοθείσῃ ἐντολῇ ἀπεριστρέπτου. Αὕτη καὶ τῶν αἰωνίων κολάσεων ὑπαίτιος· αὕτη καὶ τοῦ ἀσβέστου πυρὸς τῆς γεέννης ὑπέκκαυμα· αὕτη τοῦ ἀτελευτήτου σκόληκος κατάβρωμα· αὕτη τὸν ἄνθρωπον ἐν τιμῇ ὄντα παρασυμβληθῆναι τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὅμοιον αὐτοῖς πεποίηκεν.

Ἐπεὶ οὖν τοιαύτη καὶ τηλικαύτη, ὀλέθριος καὶ θανάσιμος, φευκτέον αὐτὴν ἀδελφοὶ ὅση δύναμις, καὶ αἰρετέον τὴν ἀρετὴν, ἥτις τοὺς ἀνθρώπους ἀγγέλους ἀναδείκνυσιν, καὶ τοῦ θανάτου κατεξανίσταται, καὶ τοῖς δαίμοσιν ἀντικαθίσταται, καὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ὑποβάλλεται, καὶ τέλος βασιλείαν οὐρανῶν μνηστεύεται· ἧς καὶ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·