Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 40
ΚΑΤΗΧΗΣΙΣ Μ΄.
Εἰς τοὺς βίους τῶν ἁγίων Πατέρων.
Περὶ τοῦ πολιτεύεσθαι ἡμᾶς ἐν καινότητι ζωῆς καθὼς διὰ τοῦ ἁγίου σχήματος ἐπηγγείλαμεν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ὃν τρόπον πεινόντες ἐπιθυμοῦμεν τοῦ φαγεῖν καὶ διψῶντες τοῦ πιεῖν, οὕτως ὀφείλομεν ἐπιθυμιτικῶς ἔχειν τοῦ ἀκούειν τοῦ λόγου τοῦ θείου. Ἐκ γὰρ τοῦ ἀκούειν κερδανοῦμεν τὰ μέγιστα· ἄν τε γὰρ ῥάθυμοι ὦμεν ἀποτιθέμεθα τὸ ῥάθυμον, ἄν τε πρόθυμοι γενώμεθα προθυμότεροι· καὶ ἀμφωτέρωθεν καλῶς ἔχει τὸ πρᾶγμα. Τίς οὖν ἐστιν ὁ παρὼν λόγος; Οὕτως, φησὶν, ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχει ζωὴν αἰώνιον. Καὶ ἔδωκεν οὐχ ἁπλῶς, ἀλλὰ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Πῶς οἱ δεδουλωμένοι τῷ διαβόλῳ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἐβασιλευόμεθα ὑπὸ τοῦ θανάτου πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν ὑπεύθυνοι καὶ αἰχμάλωτοι τῇ φθορᾷ τυγχάνοντες. Ἦλθεν τοίνυν ὁ μονογενὴς θεοῦ υἱὸς δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, ὃς οὐ μόνον ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς κατεχῆς τοῦ θανάτου· ἀλλὰ ἡμᾶς ἔλουσεν ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ, ἐποίησεν ἡμᾶς βασιλείαν καὶ ἱερεῖς ἐν τῷ θεῷ καὶ Πατρὶ αὐτοῦ, καθὼς γέγραπται.
Εἶδες ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. Εἶδες φιλανθρωπίας ὑπέρτερον ἔλεον. Ὡς ἀνεξηρεύνητα τὰ ἐλέη αὐτοῦ, καὶ ἀνεξιχνίαστοι οἱ οἰκτιρμοὶ αὐτοῦ, οὓς ἐξέχεεν ἐφ᾽ ἡμᾶς ἀφθόνως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. Τί οὖν λοιπὸν εἴπωμεν πρὸς ταῦτα ἡμεῖς οἱ ταπεινοί; Τί δὲ διανοηθῶμεν; Τί αὐθαιρετήσωμεν πάλιν πρὸς τὴν ἁμαρτίαν; ἐπιθυμήσωμεν τὴν δουλείαν; αἱρησώμεθα τὴν ἀτιμίαν, καὶ φθορὰν, καὶ καταδίκην; Μὴ γένοιτο, φησὶν ὁ ἀπόστολος, οἴ τινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσωμεν ἐν αὐτῇ; Ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν Ἰησοῦν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς· οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
Περιπατήσωμεν οὖν, ἀδελφοὶ, ἐν καινότητι ζωῆς, καθὼς καὶ διὰ τοῦ σχήματος ἐπηγγειλάμεθα· πολιτευσώμεθα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι, καθὼς πρέπει ἁγίοις· ἐν εἰρήνῃ τε καὶ ὁμονοίᾳ, ἐν σεμνότητι καὶ ἁγνείᾳ· ἐν ἁγιασμῷ καὶ ἀπαθείᾳ, μὴ συναπαγώμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ἡμῶν ξυμπατήσεσιν, ἀλλὰ δίκην πυρὸς φεύγοντες τῇ προλήψει, καὶ ἐστηριγμένοι ὄντες ἐν τῇ πέτρᾳ τῆς πίστεως ἡμῶν· τοῦτο γάρ ἐστιν καινότης.
Τίς δὲ ἡ παλαιότης; ἡ ἡδονὴ, ὑφ᾽ ἧς ἁλοὺς ὁ προπάτωρ ἡμῶν Ἀδὰμ ἐξωρίσθη τοῦ παραδείσου καὶ τὸν πολυστένακτον ὑπεξῆλθεν βίον· ὁ φθόνος ὑφ᾽ οὖ ἀναφθεὶς ὁ Κάϊν, ἔκτεινε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ ἐπὶ τῇ προτιμήσει τῶν δώρων· ἐξ οὖ τρέμων τε καὶ στένων ἐγεγόνη τὸν ἅπαντα βίον. Ἐκ δύων τούτων τῶν ἁμαρτημάτων τὰ μυρία κακὰ ἐπεπόλασε τῷ κόσμῳ. Ἐντεῦθεν ὁ κατακλυσμὸς ἄρδην ἀφανίσας πᾶν τὸ τῆς γῆς ἀνάστημα· ἐντεῦθεν Σόδομα καὶ Γόμορρα πυρὶ καὶ θείῳ τεφρούμενα εἰς ἔνδειξιν ἀσεβῶν. Ὁρᾶτε τί ἀπειργάσατο καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονία τοῦ βίου; Ἀλλ᾽ ὅμως καθὼς προείρηται ἐλέει θεοῦ ἀνεκλήθημεν, καὶ ἐλευθερίας ἐτύχομεν, καὶ εἰς υἱοθεσίαν, ἀναδράμομεν.
Τῇ τοίνυν ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκωμεν, καὶ τῇ δόξῃ ᾗ Χριστὸς ἡμᾶς ἐδόξασε διαφυλαττώμεθα, πάντα τὰ τῆς ματαιότητος διαπτύοντες· πάντα διὰ Χριστὸν δεύτερα ἡγούμενοι, ἂν τε ἀτιμίαν ὡς τιμὴν, ἂν τε θλίψιν ὡς χαρὰν, ἂν τε πληγὰς ὡς τρυφὰς, ἄν τε διωγμὸν ὡς μακαρισμὸν, ἂν τε θάνατον ὡς ζωὴν, καθὼς καὶ προείλαντο οἱ σήμερον οἱ ὑφ᾽ ἡμῶν μνημονευθέντες ἅγιοι πατέρες καὶ ἀδελφοὶ ἡμῶν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Οὕτω γὰρ πολιτευόμενοι καὶ ἡμεῖς ἐνταῦθα μὲν ὀφθείημεν ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες· ἐν δὲ τῷ μέλλοντι αἰῶνι βασιλείαν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.