Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 5
ΚΑΤΗΧΗΣΙΣ Ε΄.
Εἰς τὸ ἀντιπάσχα.
Περὶ τοῦ φοβεροῦ κριτηρίου, καὶ περὶ τοῦ ἀσφαλῶς διαμείβειν τὰς ἡμέρας τῆς παρούσης ἡμῶν ζωῆς.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἡ ἐπιμονὴ τῆς παρούσης ζωῆς μὴ ῥαθυμίαν ἡμῖν ἐμποιεῖτο, μηδὲ διάλυσιν, μηδὲ ὀλιγωρίαν· ἀλλὰ ἀγωνίαν μᾶλλον καὶ σπουδαιοτέραν ἐπιμέλειαν τῆς πρὸς θεὸν εὐαρεστήσεως, ὡς καὶ ἐγγίζουσι τῷ θανάτῳ. Οὐδεὶς δὲ δοῦλος ἐγγίζων τῷ κυρίῳ αὐτοῦ δοῦναι λόγον, ἢ ἀπόστολος τῷ πέμψαντι αὐτὸν, ἀμελῶς διατελοίη· ἀλλὰ τοσοῦτον ἐναγώνιος γίνεται, ὡς δοκεῖ ἐξεστακέναι παρ᾽ αὐτῷ.
Τί οὖν; Καὶ ἡμεῖς ἐγγίζομεν τῷ κυρίῳ ἡμῶν, μᾶλλον δὲ ἐγγίζει ὁ κύριος· καὶ τὸ φοβερὸν λογοθέσιον, ἐφ᾽ οὗ πάντες παραστησόμεθα γυμνοὶ καὶ τετραχηλισμένοι ἀποδιδόντες λόγον τῶν βεβιωμένων ἡμῖν καὶ κομιζόμενοι ἢ βασιλείαν οὐρανῶν, ἢ τιμωρίαν αἰώνιον. Καὶ πρὸς ταῦτα τίς ἱκανὸς; Τίς δὲ ῥαθυμεῖν δυνάμενος; Καὶ οὐχὶ μᾶλλον πῦρ ὁ σφοδρότερον ἐπειγόμενος ποιεῖν τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, ἵνα μὴ εὑρεθῇ, ὡς ὁ δοῦλος ἐκεῖνος ὁ δεθεὶς χεῖρας καὶ πόδας, καὶ ἀποῤῥιφεὶς τοῦ νυμφῶνος. Εἰ δὲ μὴ ταῦτα τὰ ὑποδείγματα φοβεῖ ἡμᾶς, κἂν ἀπὸ τῶν παρόντων τεκμαιρόμεθα τὰ μέλλοντα· Οὐχ᾽ ὁρῶμεν τοὺς ἐχθροὺς βασιλέως; Πῶς οἱ μὲν φυλακαῖς ταλαιπωροῦνται, οἱ δὲ μάστιξιν ἀνετάζονται, οἱ δὲ ἐξορίαις ἀναπέμπονται, ἄλλοι τοὺς ὀφθαλμοὺς ἀπόλλυσιν, ἕτεροι δὲ καὶ περὶ αὐτὴν τὴν ζωὴν κινδυνεύουσιν· οἱ δὲ μὴ προσκεκρουκότες πῶς καὶ αὐτοὶ φόβῳ παρίστανται; Οἱ δὲ τρόμῳ λιτουργοῦσιν, ὧδέ τε κἀκεῖσε ἐκπεμπόμενοι εἰς πολέμους καὶ διαφόρους ὑποθέσεις· καὶ οὐδεὶς ὁ ἀντιλέγων, οὐδεὶς ὁ ἀπειθῶν. Εἰ δὲ ἐπὶ βασιλέως φθαρτοῦ οὕτως· πόσῳ μᾶλλον ἐπὶ τοῦ ἀφθάρτου καὶ μόνου βασιλέως καὶ κυρίου τῶν κυρίων μετὰ φόβου καὶ τρόμου ὀφείλει ταῦτα γίνεσθαι, καὶ μηδὲν παρὰ τὸ διατεταγμένον πράττειν; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καταφρονεῖς καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας; ὥς φησι τὸ ἱερὸν γράμμα· ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς τὴν μετάνοιάν σε ἄγει, κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Ταῦτα φοβείτω ἡμᾶς, καὶ πᾶσαν ἡμέραν ἀσφαλῶς καὶ τετηρημένως διαμείβωμεν εὐθὺς τῷ πρωὶ ἐξανιστάμενοι προθύμως καὶ τὸν ὕπνον ἀποτινασσόμενοι, καὶ νίψει προσευχόμενοι· ἐπὰν αἱ ὧραι οὐ ψάλλονται διὰ τὴν Ἀνάστασιν, ὡς ἂν εὔθετοι ἀπαντῶμεν πρὸς τὰ ἔργα, εἴτε ὁ κελλαρίτης ἐν τῷ κελλαρίῳ, εἴτε ὁ μάγειρος ἐν τῷ μαγειρείῳ, εἴτε ὁ διακονῶν ἐν τῇ διακονίᾳ, καὶ ὁ παρακαλῶν ἐν τῇ παρακλήσει· ἁπλῶς πάντες ἐν πᾶσιν εἰρηνικῶς διεξερχόμενοι, μηδαμοῦ γογγυσμὸς, μηδαμοῦ παρακοὴ, μηδαμοῦ κραυγὴ, μηδαμοῦ ἀντιλογία, μηδὲ κακία ὑποκρατουμένη ὡς φαίνεσθαι ἔξωθεν εἰρηνικὸν, ἔσωθεν τρέφειν τὴν κακίαν, καὶ ἐπὶ καιροῦ δάκνειν, ὡς ὄφις ἢ ὡς κάμηλος μνησικακοῦσα. Ἐγένετο ὀνειδισμὸς, καὶ παρῆλθεν· ἐγένετο μετάνοια, ἐξ εἰλικρινείας ἡ ἄφεσις· μὴ πάλιν λογισμοῖς ἀναπτόμενοι, μηδὲ κατὰ τὸ γεγραμμένον, ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, μηδὲ λοιδορίαν ἀντὶ λοιδορίας· τὸ ἐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. Καὶ γὰρ ὁ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς, κατὰ τὸ γεγραμμένον, παυσάσθω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθὸν, ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτὴν· ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ τὰ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
Ταῦτα τὰ ἐλαχιστότερα. Τί δὲ τὰ μείζονα; Πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου ἡ πάλη ἡμῖν, πρὸς τὸν περιστάμενον διωγμὸν· ὃς ἀπειλῶν ἀπειλεῖ τοῦτο κἀκεῖνο, ὡς ἀκούωμεν. Εἰ οὖν ἐν τοῖς ἐλάττοσιν ἀνεύθετοι ὦμεν, πῶς ἐν τοῖς μείζοσιν εὐδοκιμήσωμεν; Ὁ δὲ ἐν ὀλίγῳ πιστὸς, καὶ ἐν πολλῷ πιστός ἐστι, κατὰ φησὶν ὁ κύριος. Ἐπεὶ οὖν ὑμεῖς ἐν πολλῷ καὶ ἐν ὀλίγῳ χάριτι Χριστοῦ πιστοὶ ὥφθητε, καὶ καθ᾽ ὑποταγὴν, καὶ καθ᾽ ὁμολογίαν μὴ δ᾽ ἑτέρως σκάζοιτε· ἀλλ᾽ ἀμφοτερώθεν τέλειοι γίνεσθε κατηρτισμένοι εἰς πᾶν ἔργον ἀγαθὸν, ἐν μηδενὶ δόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλ᾽ εὐαρεστοῦντες τῷ Χριστῷ ἐν πᾶσιν, ἵνα κληρονομήσητε βασιλείαν οὐρανῶν· ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.