Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 41
ΚΑΤΗΧΗΣΙΣ ΜΑ΄.
Εἰς τοὺς βίους τῶν Πατέρων.
Περὶ τοῦ ἀναθεωρεῖν ἡμᾶς τοὺς βίους τῶν Πατέρων πρὸς τὸ ζηλοῦν τὰ τούτων κατορθώματα.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἐν ταύταις ταῖς ἡμέραις ἐπειδὴ ἀναγινώσκομεν τοὺς βίους τῶν ἁγίων Πατέρων ἡμῶν ὅσης ὀφελείας ἀπολάβομεν, καὶ ὁπόσης εὐφροσύνης μεταλαμβάνομεν, οὐδ᾽ ἐστιν εἰπεῖν. Τί γὰρ γλυκύτερον, εἰπέ μοι, τοῦ ἀναθεωρεῖν τὰς τούτων ἀθανάτους πράξεις, τά τε θαύματα καὶ τὰ κατὰ τῶν δαιμόνων νικητήρια; Ἐμοὶ δοκεῖ καὶ λίθους ἐπαισθάνεσθαι τῆς ὀφελείας, μὴ ὅτι γε λογικὸν ἄνθρωπον. Ἐντεῦθεν οὖν φωτίζεται πᾶς νοῦς ἀνθρώπου ἀποτιθέμενος τὸ τῆς σαρκὸς ζοφῶδες φρόνημα· ἐντεῦθεν κατανύσσεται ψυχὴ ἀναπτερουμένη πρὸς θεῖον ἔρωτα. Εἰ δεῖ τὸ ἀληθέστερον εἰπεῖν, οὗτοι εἰσὶν ὁ ἐν Ἐδὲμ παράδεισος τοῦ θεοῦ, οὐκ ἐν ὕλοις φυτοῖς, ἀλλὰ τοῖς καρποῖς τοῦ πνεύματος πεποικιλμένος τε καὶ ὡραϊζόμενος· ἔνθα πνοὴ ζωῆς εὐωδιάζουσα, καὶ οὗ ὁ ὄφις οὐκ ἔτρωσεν, ἀλλ᾽ ἐτρώθη· οὐδὲ ἔξωσεν, ἀλλ᾽ ἐξωστρακίσθη, ὥσπερ ἦ ἄξιον.
Καὶ εἰ κατὰ τὸν λόγον τοῦ κυρίου, ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἔστι· οὐ ἄν τις ἁμάρτοι, καὶ βασιλείαν οὐρανῶν αὐτοὺς ἀποκαλέσας, ἐν οἷς ὁ ἀγαθὸς θεὸς ἡμῶν ἀναπαυόμενος, οἷα τι βασιλεὺς φιλόδωρος τοῖς ἑαυτοῦ θεραποῦσι διανέμει τὰ χαρίσματα. Τί μοι λοιπὸν πρὸς ταῦτα τὰ κάτω βασίλεια, καὶ τὸ κενὸν δοξάριον, καὶ ἡ καταργουμένη κοιλία; Τί δὲ ὁ χρυσὸς, καὶ ὁ ἄργυρος, καὶ τὰ διαφανῆ περιβλήματα, καὶ ὅσα ἄλλα σητός ἐστι δαπανήματα; Τί δὲ ὁ κρότος καὶ ὁ θόρυβος καὶ τῆς ἄνω καὶ κάτω περιφορᾶς ἡ ματαιοπονία; Ἆρα οὐ δὲ περιβολῆς εἰσιν ἄξια· ἢ ὅσον φῶς πρὸς σκότος, καὶ ζωὴ πρὸς θάνατον, καὶ ἀλήθεια πρὸς ὁνείρατα.
Οὐκοῦν ἐπεὶ ταῦτα οὕτως· χαίρωμεν, ἀδελφοὶ, χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ· ὅτι τῆς κρείττονος μοίρας ἐτύχομεν· καὶ ὅτι τοιούτου γένους σπέρμα χρηματίζομεν, γένους τοῦ ἐκλεκτοῦ καὶ τῇ θείᾳ εὐγενείᾳ περιαστράπτοντος. Οὐ μὴν ἀλλὰ καὶ ζηλοτυποῦμεν καθ᾽ ὅσον οἷόν τε τὰ ἐκείνων κατορθώματα· ὡς ἂν μὴ κενὸν ὄνομα φέρωμεν. Μόρφωσιν μὲν εὐσεβείας ἔχοντες, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Τοιγαροῦν ὥσπερ ἐν ἰατρείῳ, ὅτι ἕκαστος πρὸς τὴν οἰκείαν ἀσθένειαν τὸ φάρμακον ἐκλέγεται· τὸν δὴ τρόπον καὶ ἡμεῖς πρὸς τοὺς ὁμοταγεῖς ἀποβλέποντες, ἐντεῦθεν ποριζώμεθα τὸ ᾠφέλιμον.
Τοίνυν ἐγὼ ὁ ἀνάξιος πρὸς τοὺς ἀξιοθέως ποιμάνοντας, ὁ οἰκονόμος πρὸς τοὺς πιστῶς καὶ φρονίμως οἰκονομήσαντας, ὁ κελλαρίτης πρὸς τοὺς εὐδιακρίτως καὶ εὐσυνειδότως κελλαρεύσαντας· οὕτως ὁ κανόναρχος, καὶ ὁ ξενοδόχος· οὕτως καὶ ὁ ὀψοποιὸς, καὶ ὁ ἀριστάρειος· οὕτως ἕκαστος ἐν ἑκάστῃ διακονίᾳ ταττόμενος. Ἔχομεν γὰρ, εἰ βουλοίμεθα, τὰ παραδείγματα. Μή τις οὖν ἐπὶ πᾶσι παρακοὴ, ἀλλ᾽ ἐκ πρώτης κλήσεως ἡ ἀπάντησις. Τὸ γὰρ λέγειν μικρὸν, καὶ πάρειμι, καὶ τοῦτο ἐπὶ τοῦ οἰκονόμου τῶν ὑπευθύνων τέ ἐστι καὶ κατακρίτων. Μή τις παραίτησις διακονίας, ἀλλὰ μέχρι θανάτου ἡ εὐπειθεία. Τοῦτο γὰρ ἡ μοναχικὴ τελειότης. Μή τις μεμψίμοιρος τὸν τῇδε τόπον καταιτιώμενος, ὡς οὐκ ἔχοντα τοῦτο κἀκεῖνο· Ὁ γὰρ τοιοῦτος, ὑπόδικός ἔστι τῷ κρίματι τῶν γογγυσάντων ἐν τῇ ἐρήμῳ, ὧν ἐξαίσιος ὄλεθρος.
Ἀλλὰ τίνος ταῦτα; Οἱ ἀπαίδευτοι, οἱ ἀκαρτέρητοι καὶ ταῖς φρεσὶ νηπιάζοντες, οἷς καὶ τὸ ἀναπνεῖν τὸν ἀέρα οὐκ ἄξιον· μὴ ὅτι γε τοσούτων ἀπολαύειν ἀναπαύσεων. Πλὴν ὁ ἀγαθὸς θεὸς ἡμῶν καὶ τοὺς ἄφρονας σωφρονήσειεν, καὶ τοὺς πεπαιδευμένους ἔτι συνετίσειεν, καὶ πάντας σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.