Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 42
ΚΑΤΗΧΗΣΙΣ ΜΒ΄.
Εἰς τὴν μνήμην τοῦ Χρυσοστόμου καὶ τοῦ ἁγίου Ἐφραίμ.
Ὅτι οὐδὲν τῶν ἐν ἀνθρώποις μακάριον πλὴν τῆς ἀρετῆς· αὕτη γὰρ μόνη ἀξία μακαρισμοῦ.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Τῶν ἀνθρώπων οἱ μὲν πλοῦτον μακαρίζουσι, οἱ δὲ δυναστείαν, ἕτεροι τρυφὴν, ἄλλοι ἡδονὴν· τούτων δὲ οὐδὲν μακάριον. Ὅτι μὴ τὴν διαμονὴν εἰς ἀεὶ ἔχει· ἀλλὰ τῷ παρόντι αἰῶνι συνδιαφθείρεται. Πολλοῖς δὲ οὐδ᾽ ἐνταῦθα ἐπήρκεσεν· ἀλλ᾽ ὁμοῦ τ᾽ ἐπέστη, καὶ δίκην ὀνείρου ἀπέπτη τῶν κατεχόντων. Μόνη δὲ ἡ ἀρετὴ ἀξία μακαρισμοῦ, ὡς ἀθάνατόν τι χρῆμα ὑπάρχουσα καὶ τοὺς μετόχους αὐτῆς μακαρίους ἀποφαίνουσα. Ἐνθυμηθῶμεν γὰρ ὅσοι δυνασταὶ καὶ τρυφηταὶ ἐξ αἰῶνος ἐγένοντο, καὶ οὐδενὸς τὸ μνημόσυνον μετ᾽ ἐγκωμίου, τῶν δέ γε ἐναρέτων ἄσβεστον τὸ κλέος. Καὶ τοῦτο δηλὸν ἐξ ὧν πράττομεν.
Χθὲς ἐγκωμιάσαμεν τὸν μακάριον Χρυσόστομον, σήμερον Ἐφραὶμ τὸν ἀοίδημον, καὶ τῇ ἑξῆς ἕτερον τῶν ἁγίων· καὶ οὕτως δι᾽ ἔτους· καθάπερ φωστῆρες ἀνατέλλοντες ἐν τοῖς οἰκείοις μνημοσύνοις ἀνοίγουσι ἡμῶν πρὸς εὐφημίαν τὰ στόματα, καὶ φωτίζουσιν ἡμῶν τὰ κατὰ θεὸν διαβήματα. Ἀληθὴς οὖν ὁ ἱερὸς λόγος «Ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισε τούτους καὶ ἐκάλεσε· οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν».
Τί οὖν ἐροῦμεν ἡμεῖς πρὸς ταῦτα; Μήτοι ἄμοιροι ἐσμὲν τῆς τοιαύτης κλήσεως καὶ δόξης; Οὐδαμῶς. Καὶ ἡμῖν τοῖς ταπεινοῖς πρόσεστι καὶ βίος σταυροφόρος καὶ γέρας μακαρισμοῦ· εἴπερ ἄχρι τῆς ἄρτι ὥρας τὸν ὑπὲρ Χριστοῦ διωγμὸν διανύομεν, μετὰ καὶ τῶν προλαβόντων τῆς καλῆς ὁμολογίας αὐχημάτων; Καὶ ὦ τῆς θαυμασίας ἀρετῆς! οἷα χαρίζεται τοῖς ἀντεχομένοις αὐτῆς; Ἀλλὰ τοιαῦτα μὲν ἐνταῦθα. Τί δὲ ἐν τῷ μέλλοντι αἰῶνι; Καὶ τίς διηγήσαιτο τὴν μακαριότητα τε καὶ δόξαν ἐκείνην, περὶ ἧς φησιν ὁ κύριος. «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος». Ἐπειδὴ γὰρ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης ἥλιος, ἡλιωειδῶς καὶ τοὺς δικαίους ὡς συμμόρφους αὐτοῦ ἐκλάμψειν ἐπηγγείλατο. «Εἴπερ συμπάσχομεν, φησὶν ἵνα καὶ συνδοξασθῶμεν». Λέγει δὲ καὶ ἐν ἑτέρῳ· «Πάτερ οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ᾽ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου».
Ὁρᾶτε ποῦ ἀπελευσόμεθα; Οὖ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· οὗ ἡ χαρὰ καὶ ἡ ἀγαλλίασις, ἔνθα ἀγγέλων χοροστασίαι, ἐκκλησία τῶν πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμένων, ὅπου οἱ ὁμοταγεῖς ἀδελφοὶ καὶ πατέρες, ἐκεῖ μικρὸν ὕστερον ἀπελευσόμεθα, ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾽ αὐτῷ τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καθὼς ἄδει μακάριος Δαυὶδ, οὐ χιλιοστὸν οὐ δὲ μυριοστὸν ἔτος, ἀλλὰ ἀγήρω αἰῶνα πέραν οὐκ ἔχοντα.
Καὶ πρὸς ταῦτα τίς ἱκανός; τίς σπουδαῖος νήφειν καὶ γρηγορεῖν πᾶσαν ἡμέραν, πᾶσαν ὥραν, ὡς ἂν μὴ ἀπονυστάξαι κατὰ διάνοιαν. Ἐκ γὰρ τοῦ ἀπονυστάζειν ἐπέρχονται ἡμῖν τὰ πάθη ὥσπερ θῆρες, δρεπτομένα ἡμῶν τῆς ψυχῆς. Ἔως δ᾽ ἂν ὦμεν ἐπὶ τῆς φυλακῆς ἡμῶν ἀγρυπνοῦντες, οὐ συλᾷ ὁ λῃστὴς, οὐχ ἁρπάζει ὁ δράκων. Οὐκοῦν γρηγορητέον καὶ ἀναθεωρητέον τὰ προειρημένα καὶ μὴν καὶ τὰ ἐξεναντίας τοῖς ἐναντίοις ἠπειλημένα κολαστήρια, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκόληκα τὸν ἀτελεύτητον, καὶ ὅσα ἄλλα· ὅπως τοῖς τοιούτοις λογισμοῖς ἐνειλούμενοι καὶ συνεχόμενοι δυνηθείημεν ἔτι ἔξω τῶν παγίδων τοῦ ἐχθροῦ γενέσθαι, ἀκαταγνώστως τε τῶν ἐνθένδε ἀπᾶραι καὶ τυχεῖν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.