Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 43
ΚΑΤΗΧΗΣΙΣ ΜΓ΄.
Κυριακῇ τῆς τυροφάγου.
Περὶ νηστείας, καὶ ὅτι τοῦ ἀληθινοῦ καὶ ὑπηκόου ὑποτακτικοῦ ἀληθὴς νηστεία ἐστιν ἐκκοπὴ τοῦ οἰκείου θελήματος.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ὁ ἀγαθὸς ἡμῶν θεὸς, ὁ διδοὺς ἡμῖν τὸ ζῇν, καὶ ἐξ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν ἄγων ἤγαγεν ἡμᾶς καὶ ἐν τῷ παρόντι χρόνῳ τῆς νηστείας φιλανθρώπως, ἐφ᾽ ᾧ ἕκαστος τῶν σπουδαίων, καθὼς προαιρεῖται, διαγωνίζεται. Ὁ μὲν περὶ ἐγκρατείας καταγινόμενος διπλᾶς ἢ τριπλᾶς διανύων· ὁ δὲ περὶ ἀγρυπνίας τόσον ἢ τόσον διαγρυπνῶν· ἄλλος εἰς γονυκλισίαν ἀσχολούμενος περιστοτέρως· καὶ ἄλλος ἐν ἄλλῳ τινὶ τῶν κατορθωμάτων, καὶ ἁπλῶς πολλήν ἔστιν ὁρᾶν ἐν ταύταις ταῖς ἁγίαις ἡμέραις τὴν σπουδὴν καὶ ἐπιμέλειαν. Ὁ δέ γε ἀληθινὸς ὑπήκοος καθ᾽ ὑπακοὴν τελῶν, οὐκ ἐν χρόνῳ τινὶ, ἀλλὰ ἀεὶ τὸν αὐτὸν ἀγῶνα ἔχει. Τίς δὲ ὁ ἀγών; Τὸ μὴ τῷ οἰκείῳ θελήματι περιπατεῖν, ἀλλὰ τῇ τοῦ καθοδηγοῦντος αὐτὸν διατυπώσει κανονίζεσθαι. Ὅπερ ἐστιν ὑπέρτερον πάντων τῶν ἄλλων σπουδασμάτων, καὶ μαρτυρίου ἔχον διάδημα· πλὴν ὅτι καὶ ἡμῖν ὑπαλλαγὴ βρωμάτων καὶ γονυκλισιῶν ἔκτασις κατὰ τὴν διατυπωθεῖσαν ἐξ ἀρχῆς παράδοσιν.
Διὸ παρακαλῶ, ἀσμένως ὑποδεξώμεθα τὸν δῶρον τῶν νηστειῶν· μὴ κατασκυθρωπάζοντες, καθὼς διδασκόμεθα, ἀλλ᾽ ἱλαρότητι καρδίας διεξερχόμενοι, ἄκακοι, ἀκατάλαλοι, ἀόργητοι, ἀπόνηροι, ἄφθονοι· μᾶλλον μὲν οὖν εἰρηνικοὶ πρὸς ἀλλήλους, καὶ ἀγαπητικοὶ, ἐπιεικεῖς, εὐπειθεῖς, μεστοὶ ἐλέους καὶ καρπῶν ἀγαθῶν· ἔλκοντες εὔκαιρον ἡσυχίαν· ἐπειδὴ τὸ θορυβῶδες βλαβερὸν ἐν συνοδίᾳ· φθεγγόμενοι λόγον προσήκοντα ἐπειδῆπερ ἡ ἄλογος ἡσυχία ἀνωφελής. Πρό γε πάντων περὶ τὴν τῶν λογισμῶν ἐπιστασίαν ἀγρύπνως ἔχοντες, μὴ ἀνοίγοντες θύραν τοῖς πάθεσιν, μὴ διδόντες τόπον τῷ διαβόλῳ. Ἐάν φησιν, ἀναβῇ πνεῦμα τοῦ ἐξουσιάζοντος ἐπὶ σὲ τόπον σου μὴ εὕρη· ὥστε ἐξουσίαζει ὑποβάλλειν ὁ ἐχθρὸς οὐ μὲν εἰσέρχεσθαι; Ἡμεῖς ἑαυτῶν ἐσμὲν κύριοι, μὴ ἀνοίξωμεν θύραν τῷ διαβόλῳ· μᾶλλον μὲν οὖν τὴν ψυχὴν περιφρουρήσωμεν, ὡς νύμφην Χριστοῦ ἀπερικτύπητον, καὶ ἀτραυμάτιστον ἐκ τῆς τῶν λογισμῶν κατατοξεύσεως.
Οὕτω γὰρ δυνάμεθα γενέσθαι κατοικητήριον θεοῦ ἐν πνεύματι· οὕτως ἀξιωθῶμεν ἀκούειν· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Καὶ ἁπλῶς, ὅσα ἐστὶν ἀληθῆ· ὅσα σεμνά· ὅσα δίκαια· ὅσα ἁγνὰ· ὅσα προσφιλῆ· ὅσα εὔφημα· εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ἀποστολικῶς εἰπεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.