Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 44
ΚΑΤΗΧΗΣΙΣ ΜΔ΄.
Περὶ τοῦ μὴ κατὰ πρόσκλησιν ποεῖν τι πρὸς τὴν ἀδελφότητα.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἴσως ἐλύπησεν ἡμᾶς ἡ προλαβοῦσα κατήχησις, καταψαμένη ὑμῶν τῆς τιμιότητος· ἀλλὰ καὶ τοῦτο λυσιτελές· ἡ γὰρ κατὰ θεὸν λύπη χαρᾶς ἐστι ποιητικὴ, καὶ ἡ ἐξ ἀγάπης ἐπίπληξις διορθωτική ἐστι τῶν προσηκόντων· καὶ πληροῦται λοιπὸν τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον· Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· καὶ γὰρ ἀμφοτέροις διοικούμεθα, καὶ ἀναγκαίως φέρειν ἀμφότερα ὀφείλομεν· καὶ μήτε ἐν τοῖς ἐπαίνοις χαιροῦσθαι, μήτε ἐν τοῖς ἐπιπλήξεσι καταπίπτειν. Ἐγὼ δὲ ἐπὶ τὸν αὐτὸν πάλιν εἰμι λόγον. Τί τοῦτο; ὅτι ἐπ᾽ ἴσης τῷ διακονουμένῳ, καὶ ὁ διακονῶν ὀφείλει ἐναγώνιος εἶναι ἐν τῇ διακονίᾳ. Ὁ οἰκονόμος δὴ λέγω· ὁ παροικονόμος· ὁ κελλαρίτης· ὁ ὀψοποιός· ὁ τραπεζοποιός· καὶ εἴ τι ἄλλο ἐν διακονίᾳ, ὡς ἂν μὴ ὑποπέσῃ τῇ κατάρᾳ τοῦ εἰπόντος· Ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα τοῦ κυρίου ἀμελῶς. Ἀλλ᾽ ἵνα μᾶλλον ἄξιος γένηται τῆς ἀποδοχῆς τοῦ κυρίου εἰρηκότος· Τίς ἄρα ἐστιν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ. Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Εἶδες πόσην καὶ ἡλίκην τιμὴν δίδωσι τῷ καλῶς διακονοῦντι; Οὐκοῦν καὶ τῷ κακῶς διακονοῦντι τὴν ἐναντίαν ἀποίσει ψῆφον. Καὶ διὰ τοῦτο παρακαλῶ ὑμᾶς, ἀδελφοί· ἕκαστος τὴν ἐμπιστευθεῖσαν αὐτῷ διακονίαν εὐσυνειδότως ἐχέτω. Καὶ ἐν αὐτῇ δοξαζέτω τὸν Θεὸν, καὶ κατακτάσθω τὴν οἰκείαν σωτηρίαν. Ὁ οἰκονόμος οἰκονομείτω τὰς σωματικὰς χρείας διδοὺς ἑκάστῳ τὸ προσῆκον μὴ ἐν προσωποληψίᾳ, μηδὲ κατὰ πρόσκλησιν ποιῶν τι· ἀλλὰ συμπαθῶς καὶ φιλαδέλφως. Ὁ κελλαρίτης βλεπέτω πῶς περιποιεῖται τὰ βρώματα τῇ ἀδελφότητι ἐν εἰλικρινείᾳ καὶ ἐφέσει ἀναπαύσεως αὐτῶν, μή τι παρεωραμένον ἢ φθειρόμενον ἔχων ἐν τῷ κελλαρίῳ. Ὁ ὀψοποιὸς τηρείτω συνείδησιν ἐν τοῖς παροψήμασι καὶ παραρτύμασιν, ὡς θεῷ ἀναφέρων τὴν λειτουργίαν αὐτοῦ· ὁ τραπεζοποιὸς καθαιρέτω τὴν τράπεζαν καὶ τὰ ὑπουργικὰ σκεύη ὑπουργῶν τοῖς ἀδελφοῖς ὡς τῷ Κυρίῳ. Ὁμοίως οἱ ἄλλοι ταῖς ἄλλαις διακονίαις.
Καὶ ταῦτα λέγω, οὐχὶ τοῖς διακονοῦσι τοὺς διακόνους ἐπανιστῶν, ἀλλ᾽ ἵνα ἐν ᾧ τις ἐκλήθη, ἐν τούτῳ πληροφορῇ τὴν διακονίαν αὐτοῦ, πρὸς θεὸν βλέπων, παρ᾽ οὗ καὶ ἡ ἀποκαραδοκία τῆς μισθαποδοσίας.
Ἢ οὐχὶ καὶ αὐτὸς ἐγὼ ὁ ταπεινὸς οἰκονομίαν πεπίστευμαι, καί γε τὴν μείζονα; Οὐκοῦν ὡς ἐμοὶ προσήκει φροντίζειν, καὶ ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, παρακαλεῖν τε καὶ νουθετεῖν ἕνα ἕκαστον ἰδία τε καὶ δημοσίᾳ, ἀναγγέλλειν τε τὸ δικαίωμα τοῦ θεοῦ, καὶ τὴν ἐρχομένην ῥομφαίαν· οὕτως ἀνολιγώρως καὶ ὑμῖν ἔξεστι τὰς διακονίας ἐπιτελεῖν.
Καὶ γενώμεθα, ἀδελφοί μου, ἔτι καὶ ἔτι ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν, ἀλλήλους ἀγαπῶντες ὡς ἀλλήλων μέλη· ἀλλήλων ἀνεχόμενοι, ἀλλήλων περιέποντες, ἀλλήλων τὰ βάρη βαστάζοντες. Καὶ μήποτε φθάσωμεν εἰς ὑστεροδουλείαν ἐλθεῖν· ὡς ἂν ἐν καιρῷ ἐξόδου ἀνακαλεῖσθαι τὸν παρελθόντα χρόνον ἐν ἀμελείᾳ· ἀλλ᾽ ἀεὶ ὦμεν ἐμπαράσκευοι, ἕτοιμοι, εὐέλπιδες, εἰλικρινεῖς, ἀπρόσκοποι· ἵνα εὐσυνειδότως τῶν ἐνθένδε μεταναστάντες, τύχωμεν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.