Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 45
ΚΑΤΗΧΗΣΙΣ ΜΕ΄.
Περὶ ἀτακτησάντων ἀδελφῶν ἐπιτίμησις, καὶ διδασκαλία παρακλητικὴ περὶ εὐταξίας.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Μικρὸν ἀπεδημήσαμεν ἀφ᾽ ὑμῶν, καὶ αὖθις ἐπιστάντες εὕρομεν ἐν ὑμῖν ἀταξίαν. Δεῖ γὰρ καὶ ἐπὶ τοῦ κοινοῦ φανερῶσαι αὐτὴν, καὶ τοσαύτην ἀταξίαν, ὥστε τινὲς καὶ χεῖρας ἐκτεῖναι, καὶ ἀλλήλους δράξασθαι μανικῶς, καί γε μετὰ θυμοῦ καὶ κραυγῆς. Καὶ ἐπὶ μὲν τοῦ ἑνὸς οὐ πολὺ τὸ ξένον, διότι λαϊκὸς καὶ οὔπω κατατεταγμένος ἐν τῇ ἀδελφότητι· ἐπὶ δὲ τοῦ ἑτέρου καὶ πάνυ ξένον· ὅτι ὁ μονάζων ὁ ἐσταυρομένος τῷ κόσμῳ ὁ καθηλωμένας ἔχων τὰς σάρκας τοῦτο πέπραχε. Πότε οὖν, ἀδελφὲ ἐρωτῶ, καταβέβηκας ἀπὸ τοῦ σταυροῦ; πότε δὲ τῶν ἥλων ἀφεθεὶς ἐπέβαλες τὰς χεῖρας ἰουδαϊκῶς ἐπὶ τὸν Ἰησοῦν; Ὁ γὰρ ποιήσας, φησιν, ἐνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησεν. Οὐκ ἐφοβήθης ἀπὸ προσώπου τοῦ ταῦτα λέγοντος· οὐκ ἠδέσθης τὸν φύλακα τῆς ζωῆς σου ἄγγελον; οὐκ ἠρυθρίασας τοὺς ὁρῶντας ἀδελφοὺς καὶ ἐπιξενομένους; Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Σοῦ δὲ τοὐναντίον τοσοῦτον ἐσκότασε τὸ κακὸν ἔργον, ὥστε βλασφημηθῆναι τὸ ὄνομα τοῦ θεοῦ διὰ σέ.
Οἴμοι τῷ ἁμαρτωλῷ· εἰς οἷον ὕψος τῆς πολιτείας ἐκλήθημεν, καὶ ποῦ καταβεβλήμεθα, ἵσα κακοτρόποις λαϊκοῖς ἐνασχημονοῦντες; Ἀλλ᾽ ὅτι, φησὶ, προκατήρξατο ἐκεῖνος τῆς μάχης. Εἶτα οὐκ ἤκουσας τοῦ κυρίου εἰρηκότος πρὸς τὸν ῥαπίσαντα αὐτὸν ὑπηρέτην· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ πάλιν ἐπὶ τοῦ σταυροῦ· Πάτερ ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν; Ἀνθ᾽ ὧν ὀφείλεις ὁ λοιδορούμενος εὐλογεῖν, καὶ τυπτόμενος ὑπερεύχεσθαι, καὶ βλασφημούμενος παρακαλεῖν. Σὺ δὲ τῶν ἀγαθῶν μὴ μιμούμενος ὅρα τίνος ἐγένου μίμημα.
Αὕτη ἐστὶ ἡ ἀσφάλεια τῶν κατηχήσεων; τοῦτό ἐστι τὸ παράγγελμα, ὃ παραγγέλλει ὁ μακάριος ἀπόστολος· Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ἡμῶν σὺν πάσῃ κακίας; Ὅτι ὑμεῖς καὶ εἰς χεῖρας ἔρχεσθε, καὶ τρίχας, τίλλετε, καὶ ἀλλήλοις ἀποπνίγετε. Οὐκοῦν κατεπεφρόνηται ὁ νόμος τοῦ θεοῦ, καὶ εἰς κενὸν ἀργυροκόπος, προφητικῶς εἰπεῖν, ἀργυροκοπεῖ· καὶ εἰκὴ καὶ μάτην ὁ ταπεινὸς κοπιῶ. Ὅμως οὐδ᾽ οὕτως ἀφέξομαι τὸ ἐμαυτὸν ποιεῖν· ἀλλ᾽ ὥστε ἔχων καὶ πολλοὺς τοὺς ἀκούοντας ἐμμελῶς. Πόθεν οὖν τὸ αἴτιον τῆσδε τῆς ἀταξίας; Δεῖ γὰρ μὴ μόνον κατηγορῆσαι τὴν ἁμαρτίαν, ἀλλὰ καὶ τὴν θεραπείαν ἐπιδείξασθαι. Κακὸν συνειδὸς τὸ ταῦτα καινοτομοῦν, φρόνημα ὑπέρογκον, καρδίας πονηρᾶς ἐμμελέτημα. Ἐάν φησιν εἴπῃ μοι τόδε, ἀνταποκριθήσομαι αὐτῷ ἐκεῖνο· ἐὰν δράσῃ μοι τάδε, ἀντιδράσω τὰ ἰσόῤῥοπα· εἶτα φθάσαντος τοῦ ἐρεθισμοῦ διὰ τινὸς ὑποπεσούσης προφάσεως, τηνικαῦτα τὰ ἐν τῷ κρυπτῷ βουλόμενα, ἐν τὸ ἐμφανὲς ἐκφέρομεν. Ἀψευδὴς γάρ ἐστι ὁ εἰπὼν· Ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει τὰ ἀγαθὰ, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει τὰ πονηρά.
Οὐκοῦν θησαυρὸς ἡμῖν ἔστω ἡ καρδία ἀγαθῶν βουλευμάτων, καὶ μόνον οὐκ ἐκβαλοῦμεν πονηρὰ οὐδὲ μαχεσώμεθα, ἀλλὰ καὶ ἐάν τις ἡμῶν τὴν δεξιὰν σιαγῶνα ῥαπείσῃ, ἐμπαρέξομεν αὐτῷ καὶ τὴν ἀριστεράν· καὶ πᾶν ὅ τι οὖν ἄλλο ὑποίσομεν εὐαγγελικῷ προστάγματι. Καὶ ἵνα τί ἀποθνήσκωμεν, οἶκος Ἰσραήλ; κἀνταῦθα ἐστιν εἰπεῖν· καὶ ἵνα τί ἀμείβομεν ἡμέραν ἐξ ἡμέρας τὴν ζωὴν ἡμῶν εἰκὴ καὶ μάτην; Ἐν μὲν ταῖς ὀψοφαγίαις καὶ οἰνοποσίαις δόκιμοι ὄντες καὶ εὐχαρεῖς. Οὐκ ἀσφαλισώμεθα οὖν μὴ πικραίνεσθαι μὴ θυμοῦσθαι καὶ μὴ ὀργίζεσθαι καὶ μὴ κραυγάζειν, ἐξ ῶν προφέρονται, ὥσπερ τινὰ βέλη, καὶ ὕβρεις καὶ τὰ τούτων ἔτι χαλεπώτερα. Ἰδοὺ παραγγέλλω ὑμῖν ἐνώπιον τοῦ θεοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Ἰησοῦ Χριστοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαι ἡμᾶς τὴν ἐντολὴν, καθὼς βοᾷ ὁ ἀπόστολος, ἄσπιλον ἀνεπίληπτον, ἵνα μὴ ἀναγκάσητέ με ὑποβάλλειν ὑμᾶς ἐν ἐπιτιμίαις βαρυτάταις. Ἀλλ᾽ ἵνα μᾶλλον εὐτακτοῦντες καὶ εὐσχημονοῦντες κἀμὲ τὸν ἁμαρτωλὸν ἀναπαύσητε, καὶ τὸν θεὸν θεραπεύσητε, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτεύξησθε χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.