Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 46

ΚΑΤΗΧΗΣΙΣ Μϛ΄.
Περὶ τῆς εἰρήνης, καὶ πραότητος, καὶ παρθενίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Οὔτε ἐγὼ ὀφείλω κόρον λαμβάνειν τῆς σωτηρίου διαλέξεως, οὔτε ὑμεῖς τῆς ἐποφελοῦς ἀκροάσεως, ἀλλ᾽ ἀμφότεροι περὶ ἀμφότερα οὕτως ἔχειν ὡς οἱ διψῶντες ἀρύσασθαι ὕδωρ. Καὶ τοῦτο σημεῖον προκοπῆς, καὶ αὕτη ἐστὶ σωτηρίας ἀπόθεσις· ὁδοποιοῦσι γὰρ οἱ λόγοι πρὸς τὰ πράγματα, οἵ τ᾽ ἀγαθοὶ πρὸς τὰ ἀγαθὰ, οἵ τε ἐναντίοι πρὸς τὰ ἐνάντια. Οὐκοῦν ἐπειδὴ ἡμεῖς ἐφιέμεθα τὰ ἀγαθὰ πράττειν, ἀγαθοῖς λόγοις καὶ χρησταῖς ὁμιλείαις ἀναστρεφόμεθα· ὡς ἂν μὴ διαμάρτοιμεν τοῦ δεόντος. Αὐτὸς γὰρ τοῦτο διδάσκων ὁ ἀπόστολος φησί· Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς τὴν οἰκοδομὴν τῆς χρείας· ἵνα δῷ χάριν τοῖς ἀκούουσιν· καὶ μὴ λυπῆται τὸ Πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Καὶ πάλιν· Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Ὁρᾶτε τί ἀπαγγέλλει; Πᾶσα ἡ ἀκριβεία τῆς ἐντολῆς· καὶ ταῦτα τίσι διαλεγόμενος; οὐ μονάζουσι, ἀλλ᾽ ἁπλῶς πᾶσι βιωτικοῖς. Ἐπὶ δὲ τῶν μοναζόντων ἐκεῖνα ἔστι λέγειν· οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις, ὡς ἂν εἰ ἀνενέργητοι ὄντες τῆς καθ᾽ ἁμαρτίαν πράξεως.

Εἰ δὲ ταῦτα οὕτως ἔχει· σκοπείτωσαν οἱ νῦν μαχεσάμενοι ποίας εἰσὶ καταδίκης ἄξιοι, οἱ οὐ μόνον ἐμαχέσαντο, ἀλλὰ καὶ χεῖρας ἐπέβαλον εἰς ἀλλήλους. Ἐκτεινας τὰς χεῖρας, εἰπέ μοι, εἰς μονάζοντα ὁ ἔτι ἐν λαϊκοῖς κατηριθμημένος· σὺ δὲ ὁ μονάζων τολμᾶς ῥάβδῳ παῖσαι τὸν στοιχειούμενον πρὸς τὴν ὑποταγήν. Οὐκοῦν οὐκ εἰ μοναχὸς, ἀλλὰ μονόμαχος· οὐδ᾽ ἀσκητὴς, ἀλλὰ λῃστὴς· οὐδ᾽ υἱὸς τῆς εἰρήνης, ἀλλὰ τέκνον ὀργῆς. Μὴ γὰρ οὐκ ἀπὸ ὕβρεων προῆλθον πληγαὶ, καὶ ταῖς πληγαῖς ἐπακολουθοῦσι θάνατοι; Οἱ μὲν οὖν οὕτω πράξαντες ὑποβληθήσονται τῇ προσηκούσῃ ἐπιτιμίᾳ, ὡς μὴ εἰς τὰ χείρονα προέλθοιεν. Ὑμεῖς δὲ, ὦ ἠγαπημένοι, ὡς μαθηταὶ τοῦ πράου καὶ εἰρηνοδώρου δεσπότου, πράως καὶ εἰρηνικῶς ἐμπολιτεύεσθε, εἰρήνην διώκοντες μετὰ πάντων καὶ τὸν ἁγιασμόν· οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον ἀλλ᾽ ὥστε αἰδόμενοι καὶ τὸ δεσποτικὸν σῶμα τε καὶ αἶμα, οὗ μεταλαμβάνειν ἠξιώμεθα. Μὴ τοίνυν ἡ ὑποδεχομένη τὰ ἄχραντα δῶρα, ψυχὴ ὑποδεχέσθω ταραχάς τε καὶ μανίας καὶ ἔκτοπα ἐπιθυμήματα, μὴ δὲ τὸ στόμα τὸ ἀρυόμενον τῆς ἀθανάτου πηγῆς ἐκφερέτω βορβορώδεις λόγους, καὶ κενὰ ἀμαρεύματα, μὴ δὲ οἱ καθαγιασθέντες ὀφθαλμοὶ τῷ τιμίῳ αἵματι τεθηριωμένα βλεπέτωσαν καὶ πορνικὰ ἀναζωγραφείτωσαν θεάματα· μὴ δὲ ἡ χεῖρ θησαυρίζουσα τὰ θεῖα, ἁπτέσθω ἃ μὴ θέμις· ἀλλὰ πάντα τὰ μέλη ὡς Χριστοῦ μέλη φυλακτέα καὶ σωστέα.

Μέγα μὲν οὖν ἅπαν κατόρθωμα καὶ εὐχῆς τῆς ἀνωτάτου κατακτήσασθαι· οὐ μὲν οὖν τοσοῦτον ὅσον καὶ τῆς παρθενίας. Παρθενία γάρ ἐστιν ἡ ἐν παραδείσῳ πρώτιστα ἐκλάμψασα πρινὴ τοὺς προπάτορας ἡμῶν κατασοφισθῆναι ὑπὸ τοῦ ὄφεως. Παρθενία ἐστιν ἡ μήτηρ Χριστοῦ χρηματίσασα. Παρθενία ἐστιν ἡ τοὺς ἀγγέλους ἀπεργασαμένη· εἴ περ ὁ μὲν γάμος ἐκ φθορᾶς ἄρχεται καὶ εἰς φθορὰν καταλήγει· ἡ δὲ παρθενία εἰς ἀφθαρσίαν τὸν κόσμον ἀνίησιν. Πῶς οὖν αὐτὴν κτησόμεθα, εἴποι τις ἄν; πῶς δ᾽ ἂν ἄλλως ἢ ἐν μυρίοις πόνοις τε καὶ ἰδρῶσιν· ὅπου γὰρ μέγα τὸ κατόρθωμα, ἐκεῖ μεγίστης καὶ σπουδῆς χρεία.

Τοίνυν καθάπερ μάχαιρα ὀξεῖα τέμνειν οἶδε τοὺς προσβάλλοντας· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ψυχὴ τῷ θείῳ φόβῳ, ὥσπερ τινι πυρὶ χαλκευθεῖσα, καὶ τῷ τῶν δακρύων ὕδατι στομοθεῖσα, τεμνέτω καὶ σκυλευέτω τοὺς δαιμονιώδεις λογισμούς· κἂν τύχῃ ἀμβλυθῆναι, πάλιν στομούσθω πατάσσουσα οὐκ ἐν χιλιάσιν μόνον, ἀλλὰ καὶ ἐν μυριάσι κατὰ τὸ ἐν Δαυῒδ ἀδόμενον. Εἴπερ πολλοὶ οἱ πολεμοῦντες ἡμᾶς ἀπὸ ὕψους, καὶ μυρία τὰ καθ᾽ ἡμῶν στρατευόμενα τῆς πονηρίας πνεύματα· οἶς τὸ ἀντιτάσσεσθαι μέχρι τέλους στρατιώτην ἀναδείκνυσι τοῦ Χριστοῦ καὶ στεφανίτην, ὡς ἀληθῶς ἀπαράγραπτον. Γένοιτο δὲ ἐλέει θεοῦ καὶ τοῖς ἀμαρτήσασι συγχώρησις, καὶ ὑμῖν τοῖς εὐδρομοῦσι προθυμία εἰς τὸ ἔτι διαπράξασθαι πᾶσαν ἐντολὴν θεοῦ καὶ τυχεῖν βασιλείας οὐρανῶν ἐν Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·