Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 47

ΚΑΤΗΧΗΣΙΣ ΜΖ΄.
Ὅτι οὐ δεῖ ἐᾶν τοὺς πονηροὺς λογισμοὺς ἐγχρονίζειν ἐν ἡμῖν, καὶ περὶ τοῦ μὴ τύπτειν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Οὐ μέγα τι ποιοῦμεν κατὰ μίαν σαββάτῳ ἢ δὶς ἢ τρὶς διαλεγόμενοι ὑμῖν ἐν ἑβδομάδι· ἀλλ᾽ εἰ δυνατὸν καὶ καθ᾽ ἑκάστην ἡμέραν τοῦτο ποιεῖν, ὑπῆρξεν ἂν ἡμῖν οὐκ εἰς μικρὰν λυσιτέλειαν. Καὶ γὰρ πταίομεν ἅπαντες καθ᾽ ἑκάστην, καὶ χρήζομεν τῆς ἀλλήλων ὑπομνήσεως τε καὶ ἀντιλήψεως πρὸς τὸ ἐπανάγεσθαι καὶ ἀνατρέχειν εἰς τὴν προτέραν στάσιν. Στάσις γάρ ἐστιν ἡ ἀρετὴ, καὶ ἡ ταύτης ἔκλυσις κακία ἐστι καὶ ὀνομάζεται. Ἀλλ᾽ ὁ μὲν ῥάθυμος καὶ κατημελημένος τοῦτο κρίνοι ἁμάρτημα, τὸ αὐτοτελὲς τῆς πράξεως, ἤγουν πορνείας, μοιχείας, ἀσελγείας, ἀκαθαρσίας, εἴ τινος ἄλλης πονηρίας· ὧν καὶ ὁ νόμος βαρύς. Ὁ δὲ σπουδαῖος τε καὶ ἡκριβωμένος οὐδὲ τὰς ἀπρεπεῖς φαντασίας τοῦ νοῦ καὶ τοὺς ἐντεῦθεν γινομένους γαργαλισμοὺς τῷ σώματι ἀνευθύνους λογίζεται· ἀλλὰ σπεύδει πάντα ἀφανίζειν, καὶ ἡσυχίαν ἄγειν ἀπὸ τῶν ὀλεθρίων παθῶν, ὅπερ ἔστι τὴν εἰρήνην ἔχειν ἡμᾶς πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθώς φησιν ὁ ἀπόστολος. Πρὸς ἣν γενομένη ἡ ψυχὴ χαίρει χαρὰν μεγάλην ὡς ἀληθῶς, καὶ ἥδεται ἡδονὴν ἀκόρεστον ἐμφιλοχωροῦσα ταῖς περὶ θεοῦ ἐννοίαις, καὶ ἐμβαθύνουσα ταῖς θεωρίαις τῶν ἀποῤῥήτων αὐτοῦ μεγαλείων, ὡς καὶ ἑαυτῆς ἐπιλανθάνεσθαι. Ὁπόταν δὲ ἀποσταίη τῆς τοιαύτης καταστάσεως, καὶ ὑποσυρῇ ταῖς ἀλόγοις ἐπιθυμίαις, ταράττεται καὶ κλυδωνίζεται, καθάπερ σκεῦος χειμαζόμενον ὑπὸ θαλάσσης κυμαινομένης. Καὶ εἰ μὴ Κύριος ἐπιστῇ βοηθὸς, πάθοι ἂν καὶ τὸ ναυάγιον.

Διὸ προσεκτέον, ἀδελφοὶ, μὴ ἐᾶν τοὺς πονηροὺς λογισμοὺς χρονίζειν ἐν ἡμῖν, ἀλλὰ πρόῤῥιζον ἀνασπᾶν αὐτούς· ἐπὰν γὰρ εὕρῃ τόπον ὁ ὄφις παρακύψαι καὶ κατὰ μικρὸν εἰσδῦσαι, ὅλως οὐκ ἀνέχεται, εἰ μὴ ἀποτέκοι θάνατον. Διὰ τοῦτό φησιν ἡ γραφή· Αὐτὸς τηρήσει σου πτέρναν· τουτέστι τὸ τέλος τῆς πράξεως. Καὶ, Σὺ συντρίψεις αὐτοῦ κεφαλήν· τουτέστι τοῦ λογισμοῦ τὴν εἰσβολήν. Οὐκοῦν στῶμεν λοιπὸν γενναίως πρὸς τὰς προσβολὰς, καὶ σκυλεύωμεν τοὺς ἐμπορίους λογισμοὺς, καὶ διακόπτωμεν τὴν ἁλμυρὰν θάλατταν τῆς ἁμαρτίας· ὡς ἀνέξῃ καὶ ἡμῖν μετὰ τοῦ Δαυῒδ λέγειν· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχήν.

Ἔστι δὲ οὐ μόνον τὸ πάθος τοῦτο ταράττον καὶ ἀλλοιοῦν τὴν ψυχὴν· ἀλλὰ καὶ ὁ θυμὸς ἔτι μάλιστα. Ἐταράχθη, γάρ φησιν, ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. Καὶ. Θυμὸς αὐτῶν κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· Καὶ. Θυμὸς ἐν κόλποις ἀφρόνων αὐλίζεται· Καὶ· Ἡ ῥοπὴ τοῦ θυμοῦ πτῶσις αὐτῷ. Πόθεν οὖν τὸ τοιοῦτον πάθος ἀποτίκτεται· ἀλλ᾽ ἢ ἀπὸ ἀλαζονικοῦ καὶ ὑπεροπτικοῦ φρονήματος οἰομένου τῶν ὑπὸ χεῖρα. Ἐπεὶ ὁ ταπεινὸς τῇ καρδίᾳ κατὰ μίμησιν τοῦ κυρίου πρᾶός ἐστι καὶ ἡσύχιος, οὐκ ἐρίζων, οὐδὲ κραυγάζων· ἀλλ᾽, εἰ καὶ τύχῃ, ὑβρίζεται μᾶλλον ἢ ὑβρίζει· τύπτεται, ἀλλ᾽ οὐκ ἀντιτύπτει. Οἱ δὲ περὶ ὧν ὁ λόγος, οὐ μόνον θυμικῶς ὑβρίζουσιν· ἀλλὰ καὶ τύπτειν ἐπιχειροῦσιν· καὶ ταῦτα κατὰ τοὺς ἀδελφοὺς ὁμοσχήμους.

Εἶτα ἐγκαλούμενοι τὴν προπέτειαν ἀποκρίνονται, μὴ ὑπὸ κανόνα ἑαλωκέναι. Ἐπειδή, φασιν, οὐ δι᾽ ἑαυτῶν, ἀλλὰ δι᾽ ἑτέρων τετύφαμεν συνηγορίαν τοῦ πάθους τὸ ἐν τῇ Κλίμακι φέροντες ῥησείδιον· οὐκ εἰδότες ὅτι ὁ λόγος ἐκεῖνος βεβιασμένος ἐστὶν, οὐκ ἔχων τὸ ἔννομον. Καὶ δηλοῖ αὐτὸς ὁ Πατὴρ ὑπομνηματίζων τὰ τοῦ ἀποστόλου, καὶ τάδε λέγων· Ἔλεγξον· ἐπιτίμησον· παρακάλεσον· οὐ μέν τοι τύψον. Εἰ οὖν οὐκ εἶπε τύπτειν, τίς ὁ τολμῶν προσθεῖναι, ἢ ὑφαίρειν τῶν ἀποστολικῶς ἐκδεδομένων; Ἀλλως τε, εἰ μὴ δι᾽ ἑαυτοῦ, ἀλλὰ δι᾽ ἑτέρου τετυφέναι, ἀφίησι τοῦ ἐγκλήματος καὶ πάντες οἱ τύραννοι. Διότι μὴ δι᾽ ἑαυτῶν· ἀλλὰ διὰ τῶν σφῶν ὑπηρετῶν ἀπεκτείνασι τούς τε προφήτας καὶ μάρτυρας. Καὶ μηδεὶς λεγέτω, ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα κεκίλακε τόνδε καὶ τόνδε; ἀλλὰ ζητείτω ἐξονομάζειν τοὺς ὑπηρετοῦντας· ὅπερ ἔστιν ἀσύφηλον.

Ποῦ δὲ καὶ ὁ ἀποστολικὸς κανὼν παραθεωρηθήσεται, διαγορεύων ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον τύπτοντας πιστοὺς ἀδικήσαντας καθαιρεῖσθαι προστασσόμενος; Ἆρα μὴ πῶς ἔλαθε τὸ ἅγιον Πνεῦμα ὑπομνηματίσαι τὸ δι᾽ ἑτέρου τύπτεσθαι; Ἀλλὰ ἄπαγε τῆς ληρωδίας· παραδειγματιζέσθω δὴ λόγος, καὶ ἐπὶ τῶν ἐν χρήμασι χειροτονουμένων. Ἆρα ὅτι μὴ δι᾽ ἑαυτῶν, ἀλλὰ δι᾽ ἐτέρας χεῖρα; ἢ ἔλαβον, ἢ δεδώκασιν, ἔξω πίπτουσι τῆς κανονικῆς καθαιρέσεως; ἀλλ᾽ οὐδαμῶς. Τὸ αὐτὸ δὴ κἀνταῦθα οἰητέον καὶ νομιστέον τοῦ θυμοῦ ἔγγονα· ἃ ἀναιρετέον, ὥσπερ καὶ τὴν πονηρὰν ἐπιθυμίαν ἀπὸ τῶν ψυχῶν· καὶ μήτε δεξιᾷ, μήτε ἀριστερᾷ, ἀλλ᾽ ὁδῷ βασιλικῇ, ἤγουν τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ θεσμοθεσίᾳ, ὁδευτέον. Οὕτω γὰρ ἐν ἴχνεσι περιπατοῦντες τῶν ἁγίων, καταντήσωμεν σὺν αὐτοῖς εἰς ζωὴν αἰώνιον Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·