Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 48

ΚΑΤΗΧΗΣΙΣ ΜΗ΄.
Περὶ τῶν διακονιῶν.
Περὶ ὑπακοῆς, ὁμονοίας τε, καὶ εἰρήνης.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Πάλιν ἐπὶ τὸν αὐτόν εἶμι λόγον· καὶ μάλιστα ἀκούων τοῦ ἀποστόλου λέγοντος· Ἔπεχε σεαυτῷ, καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου. Οὐκοῦν ἐμοὶ μὲν ἀναγκαῖον τὸ λέγειν, ὑμῖν δὲ ὑπέχειν τὴν ἀκοὴν, καὶ εἰς ἔργον προάγειν τὰ διδάγματα. Τί δ᾽ ἐστι τὸ νῦν λεγόμενον; περὶ τῆς σωματικῆς ἡμῶν διαγωγῆς· ὅτι εἰ καὶ ἐν ἐξωρίᾳ ἐσμὲν, ἀλλ᾽ ὅμως κοινοβιακῶς ζῶμεν, οὐ μεθ᾽ ἑνὸς ἢ δυοῖν, ἀλλὰ καὶ μετὰ πλειόνων. Κατὰ μὲν τοῦ κοινοβίου εὐπόριστα οὐκ ἔχομεν· τὰ δὲ ἐπίπονα παρακερδαίνομεν· παραγίνονται γὰρ ἀεννάως ἀδελφοὶ καὶ πατέρες καὶ φιλόξενοι καὶ πένητες, καὶ τὸ πᾶσιν ὑπαντᾶν καὶ πᾶσιν ἐπαρκεῖν οὐκ ὀλίγου ἐστὶ τοῦ πνεύματος, οὐδὲ ὀλίγης δυσχερείας. Χρὴ οὖν τὸν οἰκονόμον φρόνιμον εἶναι καὶ ἐγρήγορον, ὡς θεοῦ οἰκονόμον. Τοῦτο δὲ οὐδὲν ὀνήσει, εἰ μὴ ἔχοι ὁ οἰκονόμος συμφωνοῦντα καὶ συνηγοροῦντα αὑτῷ τὸν παροικονόμον· ἀλλ᾽ οὐδὲ ὁ παροικονόμος, ἐὰν μὴ συνεπόμενον ἔχοι τὸν κελλαρίτην· ἀλλ᾽ οὐδὲ ὁ κελλαρίτης, εἰ μὴ συναντιλαμβανόμενον αὑτῷ ἔχοι τὸν ὀψοποιὸν· καὶ οἱ λοιποὶ τοὺς λοιποὺς ὡσαύτως συνδιατιθεμένους· καὶ καθάπερ ἐν ἑνὶ σώματι μέλη πολλά ἐστι, τὰ δὲ μέλη πάντα ὑπὲρ ἀλλήλων μεριμνῶσι· καὶ εἴ τε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴ τε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα μέλη. Οὕτως καὶ ἐπὶ τῆς ἀδελφότητος εἰ μὴ αὐτὸς λόγος φυλάττοιτο, οὐκ ἂν εἴη κοινόβιον, οὐκ ἂν εἰρήνη καὶ ὁμόνοια· ἀλλὰ στάσις καὶ διάλυσις.

Εἰ δὲ οὕτως ἔχει· πῶς τολμᾷ τίς ἰδιοθελῶς κινεῖσθαι, ἢ τῆς ἡμέρας ἤδη ὑπολαμπούσης μαθήματι σχολάζειν ἰδίῳ, ἢ τινι ἐργοχείρῳ; Ἀλλ᾽ οὐχὶ πρὸς τὸ κοινῇ συμφέρον προέρχεται. Ἢ πῶς τολμᾷ τίς εἰς ἔργον καλούμενος ἀπαναίνεσθαι, καὶ μὴ οὐχὶ ἑαυτὸν, καὶ ἐν τοῖς ὑπὲρ δύναμιν, ὑποβάλλειν; Οὐκοῦν ὁ τοιοῦτος οὐκ ἔστιν ὑποτακτίτης, οὐδὲ ἀδελφὸς, ἀλλὰ ξένος. Ἀλλ᾽ εἰ καὶ οὕτως γέγονε, πῶς οὖν τὸ ἑξῆς φυλάξασθε; ἵνα μὴ ὁ ἁλοὺς ὑπόδικος γένηται τοῖς τῆς ἀταξίας ἐπιτιμίοις; Οὐκ ἀκούετε τί προστάσσει ὁ ἀπόστολος; Γίνεσθε οὖν εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐχαρίσατο ἡμῖν. Γενώμεθα οὖν, ἀδελφοὶ, καὶ ἡμεῖς εἰς ἀλλήλους, καὶ ἐν ἀλλήλοις, ἀλλήλων τὰ βάρη βαστάζοντες, καὶ οὕτως ἀναπληροῦντες τὸν νόμον τοῦ Χριστοῦ, καθὼς γέγραπται.

Παρεκάλεσα ὑμᾶς ἐν τοῖς προλαβοῦσι, καὶ νῦν ἤδη παρακαλῶ· μὴ ἐκκακῶμεν ἐν ταῖς θλίψεσι τῶν λογισμῶν, ἀλλὰ μετὰ χαρᾶς Πνεύματος ἁγίου διανύωμεν τὸν προκείμενον ἀγῶνα τῆς ἀσκήσεως ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν· ὃς δίδωσιν εὐχὴν τῷ εὐχομένῳ, καὶ νίκην τῷ προαιρουμένῳ νικᾶν. Οὐκ ἴστε, πῶς πρὸ μικροῦ αἰφνίδιον ἐχείμασε, καὶ πάλιν μετεσκευάσθη ὁ ἀήρ; Οὕτως ἐστι καὶ ἐπὶ τῶν λογισμῶν· μικρὸν ταράσσουσι, καὶ πάλιν ἀφίστανται. Εἴθε μὴ ἡλισκόμεθα ὅλως ὑπ᾽ αὐτῶν! Ἵνα τί γὰρ μὴ ἀεὶ τὴν εἰρήνην ἔχομεν ἐν ψυχαῖς; Ἀλλ᾽ οὐκ ἐνδέχεται. Ἐπειδήπερ ἐσμὲν ὑπὸ τροπὴν· καὶ οὐδὲ ἐπὶ μιᾶς ἡμέρας οἱ αὐτοὶ διαμένομεν, πολλοῦγε εἰπεῖν διαπαντός.

Σὺ δέ μοι σκόπει τοῦ διαβόλου τὸ ἀπηνὲς, ὅτι καὶ ἀποπεμπόμενος πάλιν ἐφίσταται· καὶ σκότος ὑπάρχων εἰς ἄγγελον φωτὸς μετασχηματίζεται, ὑφελεῖν ἡμᾶς δι᾽ ἀπάτης βουλόμενος. Ἀλλ᾽ ἀπείη ἀφ᾽ ἡμῶν ὁ δράκων· εἰ ἦμεν δὲ λέγοντες· Οὐκ ἀρνούμεθα Χριστόν· οὐ ψευδόμεθα τὴν μακαρίαν ὁμολογίαν· οὐ προδώσομεν τὴν παρθενίαν· οὐ προησόμεθα τὴν εὐγένειαν.

Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ἐξ οἵων εἰς οἷα μετεπέσαμεν; Οὐκ ἐξ ἀφανίας εἰς ἐμφάνειαν, οὐκ ἐξ ἀγνωσίας εἰς γνῶσιν, οὐκ ἐξ ἀτιμίας εἰς τιμήν; Καὶ λόγον ὑμῖν πρόσεστι, καὶ γνῶσις, καὶ κλέος, καὶ εὐφυία χειρός τε καὶ στόματος· καὶ υἱοὶ ἐστὲ ὡς ἀληθῶς τίμιοι· καὶ ἀντιτιθέμενοι χρυσίῳ κατὰ τὴν χρυσῆν ὑμῶν ὑποταγήν.

Τί οὖν ἐστι λοιπὸν τὸ λειπόμενον; ἡ ὑπομονή. Ὑπομονῆς γάρ, φησι, χρείαν ἔχετε, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὰς ἐπαγγελίας. Τίνες δέ εἰσιν αἱ ἐπαγγελίαι; Αὐτὸς ὁ Κύριος εἴρηκεν· Πορεύσομαι ἑτοιμᾶσαι τόπον ὑμῖν· πάλιν ἔρχομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε· καὶ ὅπου ἐγὼ ὑπάγω, οἴδατε· καὶ τὴν ὁδὸν οἴδατε· καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἵρει ἀφ᾽ ὑμῶν. Ταῦτα ἐννοούμενοι, καὶ τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν τοῖς ἁγίοις τὴν ἀῤῥητον καὶ ἀνεκλάλητον προορώμενοι οἴσωμεν, ἀδελφοὶ, πάντα μακροθύμως· κἂν δέῃ λιμῶξαι, λιμώξωμεν· κἂν δέῃ καταξανθῆναι, καταξανθῶμεν· κἂν δέῃ ἀποθανεῖν, ἀποθάνωμεν· ἵνα ζωὴν αἰώνιον κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·