Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 49

ΚΑΤΗΧΗΣΙΣ ΜΘ΄.
Τῇ ἕκτῃ τῆς Ἀποκρέου.
Περὶ ἐγκρατείας, καὶ τῆς προκειμένης ἡμῖν ὁμολογίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Τὰς παρούσας ἡμέρας οἱ πολλοὶ τῶν ἀνθρώπων ἑορτὰς ὀνομάζουσι, διὰ τὸ ἐν αὐταῖς κραιπαλᾶν καὶ παροινεῖσθαι, οὐ συνιέντες ὅτι ἀποχὴν κρεῶν ἐπαγγέλλονται ἡμέραι, ἀλλ᾽ οὐχὶ κραιπάλης καὶ μέθης ἀποπλήρωσιν. Τοῦτο γὰρ ἑλληνικῆς ἑορτῆς ἴδιον. Χριστιανῶν δὲ τὸ τῇ αὐτοκρατείᾳ κεχρῆσθαι, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι εἰς ἐπιθυμίας· καθὼς διδάσκει ὁ ἀπόστολος· ἀλλ᾽ ὅμως τὸ κακὸν εἰς νόμον προελθὸν ἄγοι τὸν κόσμον ὡς βούλεται.

Ἡμεῖς δὲ, ἀδελφοὶ, φύγωμεν τὴν ἀκρασίαν, καὶ ἐπ᾽ αὐτῶν ἤδη τῶν συγκεχωρημένων ἡμῖν μεταλαμβάνειν, εἰδότες ὅτι ἡ ἀκρασία μήτηρ ἔστι τῆς ἁμαρτίας. Καὶ γὰρ ὁ προπάτωρ ἡμῶν Ἀδὰμ, ἕως μὲν ἦν ἐγκρατῶς ἔχων ἀπὸ τῆς ἀπειρημένης βρώσεως ἐν τῷ παραδείσῳ, ἔχαιρε καὶ εὐφραίνετο θείαις ἐμφάσεσι καὶ μυήσεσιν ἀποπληρούμενος· ἐπὰν δὲ ἀκρατῶς ἔσχε, καὶ μετέσχε τοῦ ξύλου τῆς παρακοῆς, εὐθὺς ἐξωρίσθη τῆς τρυφῆς τοῦ παραδείσου· καὶ γέγονεν αὐτῷ ἡ ἀκρασία γεννήτρια τοῦ θανάτου. Οὕτως οὖν καὶ οἱ Σοδομῖται ἐν πλησμονῇ ἄρτων ἀσελγαίνοντες, τὴν ὀργὴν τοῦ θεοῦ ἐφ᾽ ἑαυτοὺς ἐπεσπάσαντο, πυρὶ καὶ θείῳ κατακλυσθέντες. Οὕτως καὶ Ἡσαῦ ὁ μεμισημένος λίχνοις ὀφθαλμοῖς δελεασθεὶς, ἀντὶ μιᾶς βρώσεως ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Ἀλλὰ καὶ ὁ λαὸς τοῦ θεοῦ ἐκάθισε φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. Τοιαῦτα καὶ τὰ κατὰ τὰς παρούσας ἡμέρας γινόμενα, κῶμοι καὶ μέθαι, βοαί τε καὶ ἐξάλματα δαιμονικὰ, οὐ μόνον ἐπὶ τῆς ἡμέρας, ἀλλὰ καὶ τὸ πολὺ τῆς νυκτὸς διαμείβουσιν. Οὕτως κακὸν ἡ ἀκρασία· καὶ δι᾽ αὐτῆς θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν.

Ἡμεῖς δὲ εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι ἐλυτρώσατο ἡμᾶς ἀπὸ τῆς τοιαύτης ματαίας ἀναστροφῆς, καὶ μετέστησεν εἰς τήνδε τὴν μακαρίαν ζωήν· ἐν ᾗ οὐκ ἀκρασία, ἀλλὰ συμμετρία· οὐδὲ μέθη, ἀλλὰ νῆψις· οὐδὲ ταραχὴ, ἀλλὰ εἰρήνη· οὐδὲ θόρυβος, ἀλλ᾽ ἡσύχια· οὐδὲ αἰσχρολογία, ἀλλ᾽ εὐχαριστία· οὐδὲ ἀσέλγεια, ἀλλ᾽ ἁγνεία τε καὶ ἁγιασμὸς, καὶ σωφροσύνη. Ἐκ ταύτης οὖν τῆς ζωῆς ἀνέτειλαν οἱ θεσπίσιοι πατέρες ἡμῶν, οἱ σὺν θεῷ κατεπάτησαν τὰ πάθη· ἐδίωξαν δαίμονας· συνημιλλήθησαν ἀγγέλοις· εἰργάσαντο θεοσημείας· ἐπέτυχον δόξης οὐρανίου· ἐθαυμασθώτησαν ἐν τῷ κόσμῳ· ὧν εἷς καὶ ὁ μακάριος Ἀντώνιος· οὗ τὸν βίον ἀνέγνωμεν· καὶ ἐπέγνωμεν, ὅπως ἐμεγάλυνεν αὐτὸν ὁ θεὸς ἐν τῇ ὑπ᾽ οὐρανὸν, ὡς καὶ τοὺς βασιλεῖς τῆς γῆς μέγα ἡγεῖσθαι τὸ γράφειν αὐτῷ, καὶ παρ᾽ αὐτοῦ ἀκούειν φωνῆς ἐγγραμμάτου.

Τούτων οὖν τῶν μακαρίων τὴν πολιτείαν καὶ ἡμεῖς μετερχόμεθα οἱ ταπεινοὶ· καὶ, ὅτι ζηλοῦμεν, μαρτυρεῖ ἡ μοναχικὴ τελείωσις, ἡ ἄρνησις τοῦ κόσμου, ἡ ἀλλοτρίωσις τῆς πατρίδος, τοῦ γένους, τῶν φίλων, τῶν ἰδίων, ἡ ὑποταγὴ, ἡ ὑπακοὴ, καὶ αὐτὴ ἡ προκειμένη ὁμολογία· ὑπὲρ ἧς καὶ δεδιώγμεθα. Οὐκοῦν χαίρωμεν καὶ συγχαίρωμεν ἀλλήλοις· ὅτι ἐχαρίσθη ταῦτα ἡμῖν ὑπὸ τοῦ θεοῦ· καὶ ὅτι βίον πνευματικὸν διανύομεν, ἐν ᾧ τε ἑορτάζειν πάρεστιν ἡμῖν, εἰ βουλόμεθα, καθ᾽ ἑκάστην, καὶ τὸ χαίρειν χαρὰν ἀμοίρητον.

Διὸ παρακαλῶ, ἔτι ἐχώμεθα κραταιῶς τῆς ὁμολογίας· ἐπειδὴ καὶ λόγος ἐξῆλθεν, ὅτι ὁ κρατῶν ἐπισκήπτει τὰ καθ᾽ ἡμᾶς, καὶ μὴ πῶς βασιλικὸς ἀθρόως ἐλεύσεται. Ἀλλὰ μὴ θροηθῶμεν ἐπὶ τοῖς λαλουμένοις. Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; Καὶ εἰ ἐν τοῖς προλαβοῦσιν ἐβοήθησε ἡμῖν, πῶς οὐχὶ καὶ πρὸς τὸ ἑξῆς βοηθήσειεν; Μόνον στῶμεν γενναίως· μόνον προσέχωμεν ἀσφαλῶς· καὶ αὐτὸς δώσειε κράτος ἐπὶ πᾶσι τὸ εὐαρέστως αὐτῷ πολιτεύεσθαι μέχρι τέλους, καὶ τυχεῖν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·