Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 50

ΚΑΤΗΧΗΣΙΣ Ν΄.
Τῇ κυριακῇ τοῦ Ἀποκρέου.
Περὶ τῆς μεγάλης καὶ ἐπιφανοῦς ἡμέρας τοῦ Κυρίου ἡμῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Νόμος καθολικός ἐστι κατὰ τὴν παροῦσαν ἡμέραν ἀποσιτίζεσθαι τοὺς βιωτικοὺς κρεῶν· καὶ ἴδοι τις ἂν ἐν αὐτοῖς πολλὴν τὴν περὶ τῆς κρεωφαγίας καὶ οἰνοποσίας ἄμιλλαν· προσέτι δὲ καὶ παιγνίων ἐκτόπων θεάματα· ἃ αἰσχρόν ἐστι καὶ λέγειν. Δέον αὐτάρκως μετασχεῖν, εὐχαριστῆσαι τε Κυρίῳ ἐπὶ τοῖς φθάσασι, καὶ ἀξίαν παρασκευὴν τῆς προκειμένης ἑστιατιορίας ποιήσασθαι· Οἱ δὲ τοὐναντίον ὑπὸ τῆς τοῦ διαβόλου μεθοδείας ἐνεργούμενοι πράττουσιν· ἄλλον ἀντ᾽ ἄλλου ὑποδέξασθαι παραδεικνῦντες. Τί οὖν ταῦτα εἴρηταί μοι; Ἵνα μὴ ἡμεῖς οἱ ταπεινοὶ μοναχοὶ τὸν νοῦν παραπέμπωμεν, μήτε τὴν ἐπιθυμίαν αὐτῶν ἐπιθυμῶμεν, τὴν οὐκ ἀξίαν ἐπιθυμίας, ἀλλὰ ταλανίσεως. Μᾶλλον δὲ ἀπείδωμεν πρὸς τὸ σήμερον ἐξακουτίζεσθαι μέλλον εὐαγγέλιον, ἐφ᾽ ᾧ καὶ ὁ κανὼν ἔψαλται, ἐννοῦντες τὴν μεγάλην καὶ ἐπιφανῆ ἡμέραν τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καθ᾽ ἣν ὁ κριτὴς τὰ μὲν πρόβατα στήσει ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τοῖς μὲν ἐκ δεξιῶν ἐπιφωνήσει τὴν μακαρίαν ἐκείνην καὶ εὐκταιοτάτην ἐπίκλησιν· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τοῖς δὲ ἐξ εὐωνύμων ἐπιφθέγξεται τὴν ἀπευκτοτάτην ἀπόφασιν καὶ ἐλεεινοτάτην ἐκείνην· Πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Ταῦτα φρίκης καὶ δέους καὶ ἐκστάσεως ἀνάπλεα. Ταῦτα δεῖ καὶ ἡμᾶς κἀκείνους ἀναλογιζομένους προσπίπτειν καὶ προσκλαίειν, καὶ θεὸν ἵλεω καθιστᾶν ἑαυτοῖς πρὶν εἰς πεῖραν ἐληλυθέναι τῶν ἀκουτιζομένων. Ἀλλ᾽ ἐπειδὴ ἐκεῖνοι οὕτως· ἡμεῖς, παρακαλῶ, εὐαισθήτως ἀκούωμεν, καὶ ἀκουσώμεθα τῶν εὐαγγελικῶν κηρυγμάτων, μετὰ φόβου καὶ τρόμου, δουλεύειν τῷ κυρίῳ, ἐπειγόμενοι πᾶσαν ἀποσκευαζόμενοι ἐκ τῆς ψυχῆς πονηρίαν, πᾶσαν ἀντεισάγοντες ἀγαθοεργίας εἴδησιν, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, εἴ τι ἄλλο τῶν καλῶν καὶ ἐπαινουμένων· ἵνα ἀξίως τοῦ εὐαγγελίου τοῦ κυρίου πολιτευσύμενοι, κληρονόμοι γενώμεθα τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·