Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 6
ΚΑΤΗΧΗΣΙΣ ϛ΄.
Πρὸ τῆς μεσοπεντηκοστῆς.
Ὅτι δεῖ εὐωδιάζειν ἑαυτοὺς διὰ τῆς τῶν ἀρετῶν ἀναλήψεως.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Τῇ Χριστοῦ ἀναστάσει ἡ κτίσις ὥσπερ τινα νεκρότητα τὴν χειμερινὴν κατήφειαν ἀποθεμένη, ἀναθάλλει πάλιν, καὶ οἷον ἀναβιοῖ· καὶ γοῦν ὁρῶμεν γῆν χλοηφοροῦσαν, τὰ φυτὰ τεθηλότα, τὰ ζῶα περισκιρτῶντα, τὴν θάλασσαν ἡμερουμένην, τὰ πάντα εἰς τὸ βέλτιον μεταποιούμενα. Ἀλλ᾽ οὖ χάριν ταῦτα μοι εἴρηται; Τοῦτο λεκτέον ὅτι εἰ τὰ ἄψυχα καὶ τὰ ἄλογα οὕτω συμφαιδρύνεται καὶ συνωραίζεται τῇ ὑπερλάμπρῳ ἀναστάσει· πόσῳ γε μᾶλλον ὀφείλωμεν ἡμεῖς οἱ λόγῳ καὶ εἰκόνι θεοῦ τετιμημένοι ἀγλαίζειν ἑαυτοὺς τῷ βίῳ καὶ εὐωδιάζειν τῷ πνεύματι· εὐωδία γάρ ἐστι Χριστοῦ τῷ ὄντι ὁ ἀρετῆς μεταποιούμενος. Καὶ μαρτυρεῖ ὁ ἀπόστολος λέγων· ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.
Καὶ πρὸς ταῦτα κἀκεῖνό ἐστι λέγειν· ὅτι καὶ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως εὐωδία ἦν θεῷ, ἀθανασίᾳ τε καὶ ἀφθαρσίᾳ κατηγλαϊσμένος καὶ ταῖς οὐρανίαις θεωρίαις ἐνασχολούμενος· διὸ καὶ ὥσπερ τις λειμὼν εὐήδης καὶ πολύανθος καταλλήλως ἐν τῷ παραδείσῳ ηὐλίζετο διαπνέων τὰς ἀρετάς. Ἀλλὰ γὰρ καὶ Ἰσαὰκ ὁ πατριάρχης ἐπὶ Ἰακὼβ τῷ υἱῷ ὀσμὴν ἡδεῖαν ὀσφραινόμενος ἔλεγεν· Ἰδοὺ ἡ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ πλήρης ἀγροῦ, ὃν εὐλόγησε κύριος. Δηλαδὴ τῆς ὀσμῆς πνευματικῶς μεταλαμβανομένης.
Τοιγαροῦν, ὦ ἀδελφοὶ, καὶ ἡμεῖς εὐωδιάσωμεν εὐωδείαν πνευματικὴν, ἣν ἔκαστος ἑαυτῷ μυρουργεῖ τῇ συνθέσει τῶν ἀρετῶν, ὡς ὄντως μυρεψὸς ἄριστος. Τοῦτο τὸ μύρον εὐλογημένον· τοῦτο τὸ μύρον ἡδὺ τῷ θεῷ· τοῦτο τὸ μύρον ἐπιστρέφει μὲν ἀγγέλους, ἀποστρέφει δὲ δαίμονας· τούτῳ τῷ μύρῳ ἔδραμον ὀπίσω τοῦ Ἰησοῦ γυναῖκες, κατὰ τὸ ἐν ἅσμασιν ἀδόμενον· τούτῳ τῷ μύρῳ καὶ ἡμεῖς ἔτι δράμωμεν ἑορτάζοντες καὶ τὴν ἐπὶ θύραις ἁγίαν μεσοπεντηκοστὴν εἰλικρινῶς· Ἐπείπερ γέγραπται· Ἤδη τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν, καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς; Ἀλλὰ ταῦτα μὲν πρὸ τοῦ πάθους· νῦν δὲ μετὰ τὴν ἀνάστασιν ὁπτανόμενος καὶ συναυλιζόμενος τοῖς ἁγίοις ἀποστόλοις, μυῶν τε αὐτοὺς τὰ μυστικώτερα.
Καὶ, ὦ τῆς ἀφάτου συγκαταβάσεως. Ὅτι μετὰ τὴν ἀνάστασιν βρώσεως ἤψατο, καί τοι μὴ δεομένης τῆς ἁγίας σαρκὸς αὐτοῦ· ἀλλ᾽ ὅμως ἵνα τὴν ἀνάστασιν πιστώσηται, καὶ ἔφαγε καὶ ἔπιε καὶ ἐψηλαφήθη τὴν πλευρὰν, καὶ ἐν τοῖς νομίσασιν αὐτὸν πνεῦμα εἶναι τάδε φησίν· Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγὼ εἰμί. Ψηλαφήσατε με, καὶ ἴδετε, ὅτι τὸ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Τί φῆς πρὸς ταῦτα, ὦ χριστομάχε, εἰ σάρκα καὶ ὀστέα ἔχει οὐκ ἔχει τὸ ἐξεικονίζεσθαι. Εἰ οὖν τὸ δεύτερον οὐκ ἔχει, οὐ δὲ τὸ πρότερον ἔσχεν. Ἀλλὰ μὴν αὐτὸς καὶ αὐτὸ μαρτυρεῖ καὶ τὸ ἐξεικονίζεσθαι κατὰ τὸ σιωπώμενον· ἐκάτερα γὰρ ἀλλήλων ὁμολογητικὰ πέφυκεν εἶναι.
Ἀλλ᾽ οἱ μὲν εἰκονομάχοι ἶσα τῶν Μανιχαίων φρονοῦντες, ἴσην καὶ τίσουσι δίκην· ὄλεθρον αἰώνιον ὡς γέγραπται. Ἡμεῖς δὲ, ἀδελφοὶ, ὀρθοδόξῳ φρονήματι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκόνι ὁρᾶν καὶ προσκυνεῖν πιστεύοντες, ἀξίαν τῆς πίστεως τὴν πολιτείαν ἐπιδείξωμεν, καθαρὰν, ἀνεπίληπτον, ἀνένοχον, ὡς ἂν μὴ θατέρως σκάζωμεν. Ἀλλὰ κατ᾽ ἀμφότερα εὐδοκιμοῦντες τύχωμεν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.