Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 51

ΚΑΤΗΧΗΣΙΣ ΝΑ΄.
Τῇ τετάρτῃ τοῦ Τυροφάγου.
Περὶ τοῦ εὐθάρσους καὶ ἀνδρείους εἶναι ἐν τῷ παρόντι διωγμῷ.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Πρόκειται ἡμῖν σήμερον περὶ τῆς ἐγκρατείας διαλεχθῆναι, καθότι ἐπὶ θύραις ἡ ἁγία Τεσσαρακοστή· ἀλλ᾽ ὅμως τὰ θρυλλούμενα οὐκ ἀφίησιν ἡμᾶς τοῦτο ποιῆσαι, ἐπ᾽ ἄλλο τοῦ λογισμοῦ καὶ τοῦ λόγου ἡμῶν μεταφερομένου. Ἤδη γὰρ ἀνήγγειλα ὑμῖν ἐν τῇ προλαβούσῃ κατηχήσει, ὅτι ὁ αὐτοκράτωρ ἐπισκήπτων ἐστὶ τὰ καθ᾽ ἡμᾶς, καὶ νῦν, ὡς φησὶ, διὰ τοῦ Νικομηδείας ἀπειλὰς ἀπειλεῖ, πρὸς ἃς εἰ θεοπρεπῶς ἀπαντήσοιμεν, οὐκ οἴσει πάντως, ἀλλὰ δράσειεν τὰ παριστάμενα αὐτῷ. Τί οὖν ἐστὶ πρὸς ταῦτα εἰπεῖν; Εἶτά ἐστι πάλιν διωχθῆναι, πάλιν ἐστὶ στεφανωθῆναι· καὶ ὅπου πλεονάζουσι τὰ παθήματα, ἐκεῖ πλεονάζουσι καὶ αἱ παρακλήσεις τοῦ ἁγίου Πνεύματος. Φησὶ γὰρ ὁ ἀπόστολος· Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω καὶ διὰ τοῦ Χριστοῦ περισσεύει ἡ παράκλησις ἡμῶν. Εἴ τε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἴ τε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακαλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν· καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν. Εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως. Ἴδε, ἐν τούτοις ἔδειξεν ἡμᾶς κοινωνοῦντας ἀλλήλοις ἐν τοῖς παθήμασι καὶ ἐν ταῖς παρακλήσεσιν, ὡς ἓν σῶμα ὄντας καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν.

Μὴ τοίνυν λοιπὸν, ἀδελφοὶ, καταπέσωμεν· μηδὲ ἀθυμήσωμεν· ἀλλὰ διαναστῶμεν πάντες ὁμοῦ, ὡς καλοὶ στρατιῶται Χριστοῦ, φέροντες τὰ ὅπλα ἡμῶν, οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, τουτέστι τὴν φρόνησιν, τὴν δικαιοσύνην· κἂν τούτοις ἀποπληροῦντες τὸ ὑπὸ τοῦ θεοῦ εἰρημένον· Ὅταν διώκωσιν ὑμᾶς ἐν ταύτῃ τῇ πόλει, φεύγετε εἰς τὴν ἄλλην. Κἀκεῖ δὲ ἀπιόντες, μὴ μεριμνήσωμέν τι φάγωμεν, ἢ τι πίωμεν, ἢ τι περιβαλώμεθα. Αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ· οὐδὲ μή σε ἐγκαταλείπω· ὥστε κἀκεῖ εἴη ἀνοίξων ἡμῖν θύραν, καὶ ἐπὶ πᾶσιν ἐπικουρήσων ἡμῖν. Οὐ χαίρωμεν οὖν τοιαύτας ἐπαγγελίας ἔχοντες; Οὐ σκιρτῶμεν, ὅτι μαθητῦμεν τῷ κυρίῳ; Οὕτως ἐδίωξαν καὶ τοὺς ἁγίους ἀποστόλους· πρὸς οὓς φησιν ὁ Κύριος· Μακάριοι ἐστὲ, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ἡμᾶς ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ σκιρτήσατε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Οὐκοῦν χαρᾶς καὶ σκιρτήσεως τὰ παρόντα. Προξενεῖ γὰρ ἡμῖν τὴν χαρὰν ἀνεκλάλητον καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ τὴν βασιλείαν τὴν ἀτελεύτητον. Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, φησὶ, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Τοῦτο ληπτέον πρὸς τοὺς αἱρετικούς. Μὴ τοίνυν εἰσέλθωμεν εἰς τὰς ἐκκλησίας αὐτῶν, μηδὲ εἰς τὰς οἰκίας αὐτῶν. Ἀλλ᾽ ὅπου περ ἂν εἴη υἱὸς εἰρήνης, σπέρμα εὐσεβείας, ἐκεῖ καταλύωμεν· κἀντεῦθεν διαστρεφώμεθα, ὥσπερ ἐν τοῖς προλαβοῦσι χρόνοις. Φυλαξώμεθα· ἀπὸ τῶν ὑποκρινομένων τὴν ἀλήθειαν, ἀπὸ τῶν λεγόντων εἶναι αὐτοὺς καθηγουμένους καὶ οὐκ εἰσὶ καθηγούμενοι, ἀλλὰ πλανῆται, πλανῶντες καὶ πλανώμενοι, φρεναπατῶντες καὶ φρεναπατώμενοι· ὧν τὸ κρίμα ἔνδικον ἐστίν. Φυλαξώμεθα τὴν πίστιν ἀκλινῆ καὶ τὸν βίον σῶον, μὴ λυμαινόμενοι θάτερον θατέρῳ, ἀλλ᾽ ἑκατέρωθεν ὄντες σῶοι καὶ τέλειοι. Τὸ προκείμενον τῆς ὁμολογίας περὶ τῆς ἐνανθρωπήσεώς ἐστι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Ὅστις οὐχ ὁμολογεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐξεικονίζεσθαι ἐν γραφῇ, οὗτος οὐκ ὁμολογεῖ αὐτὸν ὀφθῆναι ἐν σαρκί. Ταὐτὸν γάρ ἐστιν ὀφθῆναι ἐν σαρκὶ, καὶ ἐξεικονίζεσθαι ἐν γραφῇ. Ὅστις οὐ προσκυνεῖ τὴν ἁγίαν αὐτοῦ εἰκόνα, οὐ προσκυνεῖ τὸν Κύριον. Ἐν γὰρ τῇ εἰκόνι τὸ πρωτότυπον, καὶ ἡ εἰκὼν ἐν τῷ πρωτοτύπῳ ἑκάστου τοῦ εἰκονιζομένου ἐμφαίνεται καὶ προσκυνεῖται.

Κἂν γὰρ λέγωσιν οἱ εἰκονομάχοι προσκυνεῖν, διαψεύδονται. Θεὸν γάρ, φησιν, ὁμολογοῦσιν εἰδέναι· τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ἡμεῖς οὖν προσκυνοῦμεν τὸν Χριστὸν, καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ τὴν Θεοτόκον, καὶ τὴν εἰκόνα αὐτῆς, τοὺς Ἁγίους, καὶ τὰς εἰκόνας αὐτῶν. Καὶ αὕτη ἐστὶν ἡ ἀποστολικὴ διδασκαλία, ἣν παρειλήφαμεν ὑπὸ τῶν ἁγίων Πατέρων ἡμῶν· καὶ ταύτην τὴν παρακαταθήκην παρατίθεμαι ὑμῖν, τέκνα καὶ ἀδελφοὶ, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ὑμῖν, φυλάξαι αὐτὴν ἄτρωτόν τε καὶ ἀδιάστροφον. Τὸ λοιπὸν προσεύχεσθε ὑπὲρ ἡμῶν τῶν ταπεινῶν, ἵνα δώῃ ἡμῖν ὁ κύριος λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, κατὰ λόγον ἀπαντῆσαι, καὶ ἵνα μὴ καταισχυνθῶμεν ἀπὸ τῆς προσδοκίας ἡμῶν, καὶ ἵνα σὺν ὑμῖν ἀκαταγνώστως τὸν προκείμενον ἀγῶνα διατελέσωμεν, καὶ πάντες τύχωμεν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·