Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 52

ΚΑΤΗΧΗΣΙΣ ΝΒ΄.
Τῇ ἕκτῃ τῆς Τυροφάγου.
Περὶ ἐγκρατείας, καὶ τῆς προσευχῆς.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Πολλάκις μακαρίζων ὑμῶν τὸν βίον οὐ κολακείᾳ τοῦτο, ἀλλ᾽ ἀληθείᾳ ποιοῦμαι· οὐδὲ ταλαιπωρεῖν τοὺς ἐν κόσμῳ βουλόμενος, ἀλλὰ προθυμοτέρους ἡμᾶς ἀπεργάσασθαι ἐφιέμενος. Ἐπεὶ καὶ τήμερον ἴστε οἷα τὰ κατὰ τὸν κόσμον ποιούμενα· κραιπαλαί τε καὶ μέθαι, κῶμοί τε καὶ πότοι, βοαί τε καὶ ἐξάλματα, καὶ ὅσα ἄλλα τῆς τοῦ πονηροῦ ἐστιν ἐνεργείας ἀποτελέσματα· ὧν τὸ κρίμα ἔνδικόν ἐστιν, ὡς γέγραπται. Ἡμῶν δὲ τὸ πολίτευμα οὐ τοιοῦτον. Ἀλλὰ τί; Νύκτωρ καὶ μεθ᾽ ἡμέραν αἰνοῦμεν θεὸν τὸν Κύριον κατὰ τὴν παραδεδομένην ἡμῖν ὑπὸ τῶν ἁγίων Πατέρων ἡμῶν νομοθεσίαν. Ψαλμωδία τὴν ψαλμωδίαν διαδέχεται· ἀνάγνωσις τὴν ἀνάγνωσιν· προσευχὴ τὴν προσευχὴν· κατὰ διάνοιαν ἐπιστασία τῶν λογισμῶν, ἐν καρδίᾳ μελέτη θείων λογίων, ἡσυχία εὔκαιρος, λαλιὰ πρόσφορος· ἀλλήλοις δουλεύομεν, ἀλλήλων ἀντεχόμεθα· πάντα σταθμῷ καὶ μέτρῳ κανονίζεται, κἂν τι δέῃ σωματικῶς παρακληθῆναι ἐν ἑορτῇ, οὐδὲ τοῦτο ἀπᾶδον.

Ἄκουσον γὰρ τί φησιν ὁ Κύριος πρὸς τὸν Ἰούδαν· Ὃ ποιεῖς, ποίησον τάχιον. Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀγόρασον, ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτὴν· ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. Ὅτι καὶ τῆς ἑορτῆς καὶ τῶν πτωχῶν λόγος ἐν αὐτοῖς ἐφροντίζετο· ὅπερ καὶ ἡμεῖς οἱ ταπεινοὶ, ὡς ὁρᾶτε, δοκιμάζομεν κατορθοῦν. Ἀλλ᾽ εὐλογητὸς ὁ θεὸς, ὃς ἠξίωσεν ἡμᾶς τοιούτῳ βίῳ προσληφθῆναι, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν· οὐ γὰρ ἐποιήσαμέν τι ἀγαθὸν ἐπὶ τῆς γῆς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον δωρεὰν ἡ κλῆσις· ὅθεν ὀφειλέτης ἐστιν εἰς ἕκαστος ἡμῶν, καὶ ἐν συντετριμμένῃ καρδίᾳ δεῖ λέγειν· Τίς εἰμί ἐγὼ Κύριέ μου, Κύριε; καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγάπησάς με; Καὶ τὸ μὲν ἡμέτερον τοιοῦτο. Σπάνιον δὲ ἐπὶ τοῦ κόσμου τὰ τοιαῦτα εὑρεθῆναι· διότι ἡ ἡμέρα τὴν νύκτα διαδέχεται ἐν τῇ μερίμνῃ τοῦ αἰῶνος τούτου, ἐν τῇ ἀπάτῃ τοῦ πλούτου, ἐν ταῖς λύπαις, καὶ ταῖς λοιπαῖς φροντίσιν· ὡς μηδὲ ἀναπνεῖν δύνασθαι τὸν ἄνθρωπον. Συμφοράζεται ἔτερος πρὸς τὸν ἕτερον· διαπληκτίζεται ἄλλος πρὸς τὸν ἄλλον, μοιχεῖα, καὶ κλοπὴ, καὶ ἀρὰ, καὶ ψεῦδος κέχυται ἐπὶ τῆς γῆς, προφητικῶς εἰπεῖν, καὶ ὅσα ἄλλα, οὐδὲ ῥάδιόν ἐστιν ἐπεξιέναι· ῶν ἁπάντων μνήμην λαμβάνων ὁ θεῖος Χρυσόστομος ἔφθην εἰπὼν· μόλις σώζεσθαι τὸ πολλοστὸν τοῦ κόσμου.

Καὶ ὁ μὲν λόγος φοβερὸς, πλὴν ὅτι ἀληθής. Οὖ ἕνεκεν πενθεῖν ἐστι καὶ σκυθρωπάζειν τόνγε ὡς ἀληθῶς ἔχοντα αἴσθησιν ἐπὶ τῇ τοιαύτῃ ἀποφάσει.

Μὴ γὰρ οὐκ ἀδελφοὶ ἐσμὲν ἀλλήλων ἅπαντες; Οὐκ ἐξ ἑνὸς αἴματος; Οὐκ τοῦ αὐτοῦ χοός; Οὐχὶ κτῆνος ὁρῶντας ἐπὶ κρημνὸν φερόμενον οἶκτον λαμβάνει; Πόσῳ γε μᾶλλον ἐπ᾽ ἀδελφῶν καὶ ὁμοπίστων; Ἐντεῦθεν ὁ μακάριος ἀπόστολος ἔκλαιε τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἐν ἀδιαλείπτῳ ὀδύνη τῆς καρδίας προσευχόμενος. Ἐντεῦθεν Ἰερεμίας ὁ προφήτης ἐθρήνει τὸν Ἰσραὴλ, καὶ τοὺς θρήνους ἐν γραφῇ ποικίλους καταλέλοιπεν. Ἐντεῦθεν ὁ μέγας Μωϋσῆς ἐβόα πρὸς τὸν θεόν. Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ· κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου. Καὶ δὴ ἕκαστος τῶν ἁγίων τῆς αὐτῆς συμπαθείας ἐχόμενος ὑπερεδέετο τῶν ἄλλων.

Οὐκοῦν καὶ ἡμεῖς εἴπερ κατόπιν αὐτῶν φιλοῦμεν βαδίζειν, μὴ τὸ καθ᾽ ἑαυτοὺς μόνον σκοπῶμεν· ἀλλὰ καὶ ὑπὲρ τοῦ κόσμου προσευχώμεθα, ἐλεοῦντες καὶ οἰκτείροντες τοὺς ἐν διαστρόφῳ βίῳ ζῶντας, τοὺς ἐν αἱρέσεσιν ἐνισχημένους, τοὺς ἐν πλάνῃ ἀπηγμένους, τοὺς ἐν ἔθνεσιν ἐσκοτισμένους, ἁπλῶς τοὺς πάντας ἀνθρώπους, κατὰ τὸ προστεταγμένον ἡμῖν ὑπὸ τοῦ ἀποστόλου, δεήσεις καὶ προσευχὰς ποιεῖσθαι. Οὕτω πρὸ τῶν ἄλλων ᾠφελήσομεν κατανυσσόμενοι, καὶ καθαιρόμενοι τῆς περιπαθοῦς ἔξεως· ἧς καὶ ἀπαλλαγέντες, ἀξιωθείημεν τυχεῖν ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·