Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 53
ΚΑΤΗΧΗΣΙΣ ΝΓ΄.
Εἰς τὸν μάρτυρα Θαδδαῖον, καὶ Ἀντώνιον τὸν ὅσιον.
Περὶ εὐεργείας θεοῦ, καὶ ἀναγωγῆς τοῦ θεολήπτου καὶ ὡραίου ἡμῶν βίου.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἀεὶ τῶν εὐεργεσιῶν τοῦ θεοῦ ἀπολαύοντες, ἀεὶ καὶ εὐχαριστεῖν αὐτῷ ὀφείλομεν ἐν ζεούσῃ τῇ καρδίᾳ, καὶ δεήσει ἐκτενεῖ, ὡς ἂν περισσοτέρως αὐτοῦ ἐπισπώμεθα τὴν εὔνοιαν. Ὁρᾶτε γὰρ καὶ νῦν οἷα εὐεργεσία; Οὐχὶ δέει τῶν Ἀγαρηνῶν ἐκπεφευγότας ἡμᾶς τῆς ξενίας διέθρεψεν, ὡς ἐν ἐρήμῳ, ἐν ᾧ παρεῤῥίφημεν τόπῳ, καὶ τοῦτο ἐπὶ πολλαῖς ἡμέραις; Οὐχὶ ἐνταῦθα ἤνοιξεν ἡμῖν θύραν ἀναπαύσεως· ἐφ᾽ ᾧ καὶ ναὸς περικαλλὴς, καὶ οἰκείαι εὐπρεπεῖς. Αὐτός ἐστι ὑποδεξάμενος σύμψηφος ἀδελφός. Ὡς πολλὴ ἡ τοῦ ἀγαθοῦ θεοῦ ἡμῶν κηδεμονία. Τί γὰρ ἔδει ποιεῖσθαι, καὶ οὐκ ἐποίησεν; Ὑπὸ τῇ φυγῇ ἄρτους ἡμῖν ἔβλυκε; οἴνους, ἰχθύας, ὅσα ἄλλα κατὰ χρείαν· ἀλλὰ γὰρ καὶ ὑπὲρ τὴν χρείαν, ὡς ἐκστῆναι τοὺς ὁρῶντας. Ἀνθ᾽ ὧν οὐκ ἁπλῶς εὐχαριστεῖν· ἀλλὰ καὶ τὴν ψυχὴν θεῖναι μέχρις αἵματος ὀφείλομεν οἱ ταπεινοί.
Διὸ παρακαλῶ, ἀνάψωμεν εἰς αὐτὸν ἀγάπην κραταιοτέραν· κολληθῶμεν αὐτῷ ἐξολοκλήρου· δώσωμεν αὐτῷ ἀνταπόδοσιν φιλεστάτην. Τίς δὲ ἡ ἀνταπόδοσις; Τὸ κἀνταῦθα εἰς δόξαν τοῦ προσκυνητοῦ αὐτοῦ ὀνόματος ἐπιβιῶναι· ὡς ἂν πληρωθῆναι τὸ ὑπ᾽ αὐτοῦ εἰρημένον· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως εἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Λέγει δὲ καὶ ὁ ἀπόστολος ὧδέ που· Χάρις τῷ θεῷ τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ· ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. Ὁρᾶς ὅτι εὐωδία θεοῦ ἐστιν ὁ ἐνάρετος, ὅπου περ ἂν εἴη ἀναστρεφόμενος. Οὐ γὰρ ἔχει φύσιν ἡ ἀρετὴ κρύπτεσθαι· ἀλλ᾽ ὁ ταύτην μετιὼν, πᾶσι κατάδηλος γίνεται· ἐπεὶ καὶ γέγραπται· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. Πόλις οὖν ἔστιν ἡ ψυχὴ τοῦ ἀνθρώπου· ὄρος τὸ τῶν ἀρετῶν ὕψωμα· ἐφ᾽ ῷ οἱ ἀναβεβηκότες λάμπουσιν ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἑαυτοῖς εἰς ἡμέραν Χριστοῦ.
Τί γὰρ οὖν, ὦ ἀδελφοὶ, καὶ ἡμεῖς ἀναβῶμεν ἐν τῷ ἁγίῳ ὄρει τούτῳ. Οὐκ ἂν δὲ δυνηθείημεν ἀνιέναι, μὴ πρότερον τὰ κάτω καταλιπόντες, ἅ τινα ἐστι τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν αἱ οὐλομέναι ἡδοναὶ τοῦ τῇδε βίου· ῶν ἡ ἀναχώρησις ἀνοδός ἐστιν ὁδὸς τῆς ἀρετῆς. Οὐκ οὖν ἀγωνιζέσθω ἡ καρδία ἀπὸ ῥυπαρῶν λογισμῶν· σωφρονιζέσθω ὁ ὀφθαλμὸς ὀρθὰ βλέπειν, κεκλείσθω τὸ οὖς ἀπὸ ἀκοῆς πονηρᾶς· εἰργέσθω ἡ γλῶσσα ματαῖα λαλεῖν· συστελλέσθω ἡ χεῖρ ἅπτουσα, ἃ μὴ δῆ· κατευθυνέσθω ὁ ποῦς εἰς ὁδὸν εἰρήνης· πάντα τὰ μέλη παιδαγωγείσθωσαν καὶ ἁγιαζέσθωσαν εἰς ὡραϊσμὸν Χριστοῦ. Ὡραΐζεται γὰρ ὅτι μάλιστα Χριστὸς ἐπὶ ψυχῇ ἐκκαθαρμένῃ τῶν παθῶν. Καὶ γὰρ ὁ μὲν κάτω βασιλεὺς τὸν περικαλλῆ σώματι ἀσπάζεται· ὁ δὲ τῶν οὐρανῶν βασιλεὺς καὶ θεὸς τὸν ὡραϊσμένον τῷ πνεύματι, κἂν εὐτελὴς τὸ φαινόμενον· κἂν τυφλὸς, κἂν ξηρὸς ἄχυμος, κἂν χωλὸς, κἂν ὁτιοῦν ἄλλο τῶν δοκούντων εἶναι ἐν ἀνθρώποις ἐπονειδίστων.
Ἐντεῦθεν οἱ ἀγενεῖς καὶ εὐγενεῖς, οἱ ἄδοξοι καὶ ἔνδοξοι, πτωχοὶ καὶ πλούσιοι· ἐντεῦθεν οἱ μακάριοι ἀπόστολοι ἐξ ἁλιέων ἄρχοντές εἰσι πάσης τῆς γῆς. Ἐντεῦθεν ὁ ἅγιος Ἀντώνιος ἀγράμματος ὢν, τῶν σοφῶν σοφώτερος. Ἐντεῦθεν, ἵνα οἰκειότερον τὸ παράδειγμα λάβωμεν, καὶ ὁ ἡμέτερος Θαδδαῖος ἐκ Σκυθικοῦ γένους καὶ ζεύγους δουλείας, ὡς ἴστε, ἀναβεβηκὼς εἰς ὕψος τῆς ὁμολογίας Χριστοῦ, καὶ περιφανὴς κόσμῳ γενόμενος.
Καὶ ὦ τῆς ἀφράστου φιλανθρωπίας τοῦ ἀγαθοῦ θεοῦ ἡμῶν! Πῶς ῥάστην ἡμῖν τὴν πρὸς αὐτὸν εἴσοδον· ἐχαρίσατο· οὐ γὰρ δέηται τῆς μεσίτου· οὔτε γραμμάτων, οὔτε χρημάτων, οὔτε τινὸς ἀνθρωπίνης περιπετείας· ἀλλὰ θελῆσαι δεῖ μόνον, καὶ τὸ πᾶν ἤνυσθαι· παντὸς γὰρ τοῦ προαιρουμένου τὸ ἀγαθὸν, καὶ μικροῦ καὶ μεγάλου, καὶ σοφοῦ καὶ ἀσόφου· ὡς καὶ τοῦ βούλεσθαι ὁρᾶν τὸν ἥλιον ἔχει.
Βούλῃ οὖν μέγας εἶναι ἐν οὐρανοῖς; ἔλου τὸ ἐνταῦθα ἔσχατον. Βούλῃ υἱὸς θεοῦ κληθῆναι; εἰρήνευσον ἀπὸ τῶν παθῶν τὴν ψυχήν. Βούλῃ ὑπὸ τῶν ὀφθαλμῶν τοῦ θεοῦ ἐποπτεύεσθαι; ἀντέχου δικαιοσύνης. Καὶ πρὸς ταῦτα τίς ἱκανός; τίς γοργὸς δράξασθαι παιδείας; ἐργάσασθαι δικαιοσύνην; πλουτῆσαι τὰ θεῖα. Ἀλλὰ γένοιτο καὶ ἡμᾶς ἐν τοιαύτῃ διαθέσει ἐνεργοῦντας τὰς ζωοποιοὺς ἐντολὰς τυχεῖν βασιλείας οὐρανῶν σὺν πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.