Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 54

ΚΑΤΗΧΗΣΙΣ ΝΔ΄.
Τῇ δ᾽ τῆς πρώτης ἑβδομάδος τῶν νηστειῶν.
Περὶ νηστείας, καὶ ἀπαθείας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ὁ τῆς Τεσσαρακοστῆς καιρὸς πρὸς ὅλον τὸν ἐνιαυτὸν συγκρινόμενος, ἔοικε λιμένι τινὶ ἀκλυδωνίστῳ· ἐφ᾽ ᾧ συῤῥέοντες πάντες οἱ ἄνθρωποι ἀπολαύουσι γαλήνης πνευματικῆς. Οὐ γὰρ μόνον τοῖς μοναχοῖς, ἀλλὰ καὶ λαϊκοῖς, μικροῖς τε καὶ μεγάλοις, ἄρχουσί τε καὶ ἀρχομένοις, βασιλεῦσί τε καὶ ἱερεῦσι, παντί τε γένει, καὶ πάσῃ ἡλικίᾳ σωτήριος ἐστὶν ὁ προκείμενος καιρός. Αἴ τε γὰρ πόλεις καὶ κῶμαι μᾶλλον συστέλλονται θορύβων καὶ ταραχῶν· ἀντανίσχουσι ψαλμῳδίαι τε καὶ ἐντεύξεις· ὑφ᾽ ὧν ἱλεούμενος ὁ ἀγαθὸς θεὸς ἡμῶν εἰρηναγωγεῖ μὲν τὸ πνεῦμα ἡμῶν· εἴπερ ἐξ εἰλικρινοῦς καρδίας σὺν φόβῳ τε καὶ τρόμῳ προσπέσωμεν καὶ προσκλαύσωμεν αὐτῷ τὴν πρὸς τὸ ἑξῆς βελτίωσιν. Ἀλλὰ τοῖς μὲν βιωτικοῖς, οἱ τῶν ἐκκλησιῶν ἔφοροι ὁμιλείτωσαν τὰ προσήκοντα· δέονται γὰρ, ὥσπερ οἱ ἐν σταδίῳ τρέχοντες τῆς τῶν συναγωνιστῶν ὑποφωνήσεως· οὕτως οἱ νηστεύοντες, τῆς τῶν διδασκάλων παρακλήσεως. Ἐγὼ δὲ ἐπειδὴ ὑμῖν τῶν τιμιωτάτων κατέστην εἰς κεφαλὴν, ὑμῖν διαλέξομαι καὶ ταῦτα διὰ βραχέων.

Ἡ νηστεία τοιγαροῦν ἀνακαινισμός ἐστι ψυχῆς. Λέγει γὰρ ὁ ἱερὸς ἀπόστολος· Ὅσον ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Εἰ δὲ ἀνακαινοῦται, δηλονότι καὶ ὡραΐζεται κατὰ τὸ ἀρχέτυπον κάλλος· ὡραϊζώμενος δὲ πρὸς ἑαυτὴν ἐπιστᾶται ἀγαπητικῶς τὴν εἰκόνα· Ἐγὼ καὶ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν.

Εἰ τοίνυν τοιαύτη ἡ χάρις τῆς νηστείας πέφυκεν, ὡς κατοικητήριον θεοῦ ἡμᾶς ἀπεργάσασθαι, περιχαρῶς ὀφείλομεν, ἀδελφοὶ, ὑποδέξασθαι αὐτὴν, μὴ ἀχθόμενοι ἐπὶ τῇ λιτότητι τῆς διαίτης· εἰδότες ὅτι ὁ κύριος, καίπερ δυνάμενος πολυτελῶς τρέφειν, ἄρτῳ καὶ ὕδατι τὰς ἐν ἐρήμῳ χιλιάδας ἐδεξιώσατο. Ἔπειτα ὅτι καί τι ἄηθες· τῇ προθυμίᾳ εὐμαρισθὲς καὶ ἄλυπον γενήσεται. Νηστεία δὲ οὐκ ἐν βρώμασι μόνον ὁρίζεται, ἀλλ᾽ ἐν πάσῃ κακῶν ἀποχῇ, ὡς οἱ θεῖοι ἡμῶν πατέρες διηγορεύκασιν. Ἀπεχώμεθα οὖν, παρακαλῶ, ἀκηδίας, ὄκνου, φθόνου, ἔριδος, κακοηθείας, αὐταρεσκείας, ἰδιοῤῥυθμίας· καί γε ἀποσχώμεθα τῆς ὀλεθρίας ἐπιθυμίας· ὅτι καὶ νηστεύουσιν ἡμῖν ἐπιλάτεται ὁ πολύμορφος ὄφις. Ὡραῖος ἦν εἰς ὅρασιν καὶ καλὸς εἰς βρῶσιν ὁ ἐμὲ θανατῶσας καρπὸς· ἀκούσωμεν τοῦ λέγοντος. Καὶ σκόπει, ὅτι ὡραῖον εἶπε τῇ ὁράσει, οὐ τῇ φύσει. Ὡς γὰρ εἴ τις ῥοιὰν λεπύρῳ ἐρυθρῷ διηνθισμένην κατασχὼν εὑρήσει σαπρίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡδονὴ ὑποκρινομένη γλυκύτητα ἀμύθητον· ἐπειδὰν ληφθῇ πικρότερον χολῆς εὑρίσκεται, καὶ ἠκονημένης μᾶλλον μαχαίρας διστόμου κατεσθίουσα τὴν ἀλοῦσαν ψυχὴν.

Ὅπερ πέπονθεν ὁ προπάτωρ ἡμῶν Ἀδὰμ δελεασθεὶς ὑπὸ τοῦ ὄφεως· ἐπειδὴ γὰρ ἥψατο ἀπειρημένης βρώσεως, εὖρεν ἀντὶ ζωῆς θάνατον. Τοῦτο πεπόνθασι καὶ πάντες οἱ ἔκτοτε καὶ μέχρι τοῦ δεῦρο ὁμοιωτρόπως ὑπὸ τοῦ δράκοντος ἐξαπατώμενοι. Ὡς γὰρ αὐτὸς σκότος ὢν, σχηματίζει εἰς ἄγγελον φωτὸς· οὕτω δὴ μετασχηματίζειν οἶδε καὶ τὸ κακὸν εἰς καλὸν, τὸ πικρὸν εἰς γλυκὺ, τὸ σκοτεινὸν εἰς φωτεινὸν, τὸ ἄσχημον εἰς εὔσχημον, τὸ θανάσιμον εἰς ζωηρὸν· κἀντεῦθεν πλανῶν τὸν κόσμον ἑκάστοτε οὐ διαλιμπάνει ὁ παμπόνηρος.

Ἀλλ᾽ ἡμεῖς γε, ἀδελφοὶ, μὴ πλανηθῶμεν ταῖς ποικίλαις αὐτοῦ ἀπάταις· μηδὲ ταὐτὸν πάθοιμεν τοῖς πετεινοῖς· ἃ τῷ φαινομένῳ βρώματι λίχνως προσιόντα ἐμπίπτει εἰς παγίδα τοῦ θηρῶντος· ἀλλὰ σκυβαλίζοντες τὰ ἐπικαλύμματα τῆς κακείας, διανοητικῶς γυμνὸν τὸ κακὸν κατίδωμεν· καὶ φευξώμεθα ἀπ᾽ αὐτοῦ σφόδρα. Πρὸς τούτοις εὐπάντητοι ὦμεν εἰς τὰς κατὰ καιρὸν ψαλμῳδίας· πρόθυμοι πρὸς τὰς ὑμνολογίας· προσεχεῖς πρὸς τὰς ἀναγνώσεις· γονυκλινοῦντες κατὰ τὸ δεδομένον μέτρον, ἐφ᾽ ἐκάστῃ ὥρᾳ· ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· ὅτι καλὸν τὸ ἐργάζεσθαι· Καὶ ὅτι ὁ μὴ ἐργαζόμενος οὐδὲ τοῦ φαγεῖν ἐκρίθη ἄξιος. Ἀλλήλων τὰ βάρη βαστάζοντες, ὅτι ὁ μὲν ἀσθενὴς, ὁ δὲ ἰσχυρὸς βρώσει τε καὶ πόσει καὶ τοῖς ἄλλοις ἐπιτηδείοις, ὥστε μὴ παραζηλοῦν ἐκπονηρευομένοις, ἀλλὰ ζηλοῦν ἐν καλῷ. Ἐπὶ πᾶσι χρηστοὶ εἰς ἀλλήλους. Εὔσπλαγχνοι· ἐπιεικεῖς· εὐπειθεῖς· μεστοὶ ἐλέους καὶ καρπῶν ἀγαθῶν. Καὶ ἡ εἰρήνη τοῦ θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ἡμῶν καὶ τὰ νοήματα ἡμῶν. Καὶ νῦν ἀξιωθείημεν ἀκαταγνώστως προφθᾶσαι τὴν κυρίαν ἡμέραν τῆς ἀναστάσεως· ἐν δὲ τῷ μέλλοντι αἰῶνι, εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν, τυχεῖν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·