Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 55

ΚΑΤΗΧΗΣΙΣ ΝΕ΄.
Τῇ ἔκτῃ τῆς πρώτης ἑβδομάδος.
Περὶ τοῦ κατακοσμεῖν τὴν ἄφθαρτον ἡμῶν οἰκείαν διὰ τῆς τῶν ἀρετῶν ἀναλήψεως.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Βιωτικοὶ μὲν ἄνδρες, ὁπηνίκα οἰκείαν ἐγείρουσι πολυτελῆ, οὐ διδόασι ἑαυτοῖς ἄνεσιν, νύκτωρ καὶ μεθ᾽ ἡμέραν πονοῦντες, φροντίζοντες, κάμνοντες, ἕως ἂν εἰς τέλος ἐνέγκωσι τὸ σπουδαζόμενον. Καί γε τοσοῦτος αὐτοῖς περίεστι πόθος, ὡς ὅλον τὸν νοῦν ἐκεῖσε διατριβεῖν, καὶ ἀναθεωρεῖν, πῶς μὲν ἡ ὁροφὴ εὐσταγὴς γένηται· πῶς δὲ τὸ ἔδαφος μαρμάροις ποικιλθὲν σὺν τῇ λοιπῇ εὐπρεπείᾳ ὄψιν ἥδιστον παρέξει τοῖς φιλοθεάμασιν. Ἀλλὰ γὰρ εἴ τις αὐτοὺς ἐθελήσειεν ἀποσπᾶσαι τῆς φροντίδος ἐκείνης, δυσχεράνοιεν ἂν, ὡς τὰ μέγιστα ἠδικημένοι. Ἡμεῖς δὲ ἐπειδὴ οὐ φθαρτὴν οἰκίαν, ἀλλ᾽ ἄφθαρτον οἰκοδομοῦμεν, οὐδὲ τὴν ἐκ λίθων καὶ ξύλων συντεθειμένην, ἀλλὰ τὴν ἐκ χαρίτων πνευματικῶν φιλοτεχνουμένην, ῥαθυμήσωμεν ἆρα, καὶ τῆς ἐκείνων σπουδῆς κατόπιν ἔλθωμεν; Καὶ πῶς οὐκ ἂν εἴη τοῦτο τῶν ἀδικιῶν ἡ μεγίστη; καὶ τί γε ἐκείνη μὲν ἀνθρώπους φιλοσάρκους ὑποδεχομένη, πολλούς τε δεσπότας ἀμείψασα, τελευταῖον καταλυθήσεται, καὶ ἐρημωθήσεται· ἡ δὲ τὸ ἅγιον Πνεῦμα ξενίζειν οἶδεν. Εἴ περ ναοὶ θεοῦ ἐσμὲν ζῶντος, καὶ τὸ Πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ἡμῖν, ὡς φησὶν ὁ θεῖος ἀπόστολος. Ἀλλὰ γὰρ καὶ ἀπαιροῦσι τῶν ἐνθένδε, συναποδημεῖ, μένουσα ἐν οὐρανοῖς ἀκατάλυτος αἰώνιος.

Τίς δὲ ὕλη τῆς οἰκοδομῆς ταύτης; Τῶν ἀρετῶν ἡ ἀνάληψις. Καί γε λαβέ μου πρῶτον τὸν τοῦ θεοῦ φόβον, ὥσπερ τινα θεμέλιον κείμενον· εἴπερ· Ἀρχὴ σοφίας φόβος κυρίου. Ἔπειτα τὴν φρόνησιν, τὴν ἀνδρείαν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην· ἐφ᾽ ᾧ μία τῆς μιᾶς ἐχομένη, καὶ τῷ συνδέσμῳ τῆς ἀγάπης συναρμολογουμένη καὶ συνβιβαζομένη, αὔξῃ εἰς ναὸν ἅγιον ἐν κυρίῳ, καθὼς γέγραπται. Τοῦτον οὖν τὸν ναὸν, ὦ ἀδελφοί, οἰκοδομοῦμεν ἑκάστοτε, καὶ τοῦτον κοσμεῖν τῷ κάλλει τῶν ἀρετῶν μὴ ἐλλείψωμεν· ὡς ἂν ἔνοικον τὸ Πνεῦμα τὸ ἅγιον σχοῖμεν, ὡς ἂν καὶ ἀγγέλους καὶ ἀνθρώπους πρὸς ἑαυτοὺς ἐπιστρέφοιμεν τῇ τοῦ βίου τερπνότητι.

Ἀλλ᾽ ἐπειδὴ τῶν ἀρετῶν μία ἐστι καὶ ἡ ἐγκράτεια· καὶ περὶ ταύτης μᾶλλον ἀρτίως καταγινώμεθα. Δῶμεν δόξαν τῷ θεῷ· ὅτι τὸ ἐν αὐτῆς σταδίῳ διηνύσαμεν, τὰ πρόσωπα ἡμῶν ἠλλοιώθησαν παρὰ τὸ πρότερον· ἀλλὰ τὴν καλὴν ἀλλοίωσιν· τὴν ἐκ τῆς ἐγκρατείας ᾠχρότητα ἐπιλάμποντα· τὰ στόματα ὑμῶν ἐπικράνθησαν τῇ βραδυφαγίᾳ ἐκχολούμενα· ἀλλὰ τὰ πνεύματα ὑμῶν ἐγλυκάνθησαν τῇ ἐλπίδι πτερούμενα. Καί γε ταῦτα ἀντίκεινται ἀλλήλοις, καὶ τῇ τοῦ ἑνὸς ἐπικρατήσει θάτερον ἀσθενεῖν πέφυκεν, ὥστε χαίρωμεν τῷ κρείττονι προστιθέμενοι.

Εἶποι τις ἂν· ὡς τὸ καθεκάστην ἐσθίειν ἐλλιπές ἐστι τελειότητος; Ἀλλ᾽ οὐδαμῶς. Ἢ γὰρ ἂν, οὐκ ἂν ὁ Κύριος τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον ἑκάστοτε αἰτεῖν ἡμᾶς προσέταξεν· οὐκ ἂν Ἠλίας ὁ προφήτης καθεκάστην ἐν ἐρήμῳ ὑπὸ κόρακος διετρέφετο· οὐκ ἂν Παῦλος ὁ πρὸ τοῦ θείου Ἀντωνίου τὴν ἔρημον οἰκήσας, ἡμερήσιον τὸν ἄρτον θεόθεν ἐπεδέχετο· οὐδ᾽ ἂν αὐτὸς, ὁ μέγας Ἀντώνιος, τῆς ὑπερημερησίου καὶ ἑβδομαδαρησίου νηστείας τὸ καθεκάστην ἡμέραν ἐσθίειν παρὰ μικρὸν τῆς χρείας προέκρινεν. Καί μοι δοκεῖ διὰ τόνδε τὸν τρόπον· ἐπειδὴ γὰρ τὸ σῶμα ἡμῶν δι᾽ ὅλης τῆς ἡμέρας κάμνον ταῖς ἀσθενήσεσι ἀτονεῖ, ὥσπερ τις δρομεὺς πῶλος, καὶ δεῖται ἀναπαύσεως· ἀναγκαίως καὶ ὁ τῆς φύσεως δημιουργὸς τῇ ἐφημέρᾳ τροφῇ συγκρατεῖσθαι αὐτὸ ᾠκονόμησεν· ὡς ἂν εἶεν πρὸς τὸ ἑξῆς εὔδρομον, ἀλλὰ μὴ ἐκλυτόν τε καὶ ἐξίτηλον· Ὅπερ πάσχουσι οἱ τὰς διπλὰς, καὶ τριπλὰς, καὶ πενταπλὰς ἕλκοντες· οὔτε γὰρ συχνότερον γονυκλινεῖν δύναιντ᾽ ἂν· οὔτε ἐν ψαλμῳδίαις γεγονώτερον φθέγγεσθαι, οὔτε τὰς ἄλλας διακονίας εὐμαρῶς ἐπιτελεῖν. Εἰ μή τι ἆρα ὑπερφυῶς ἐστι τὸ γινόμενον.

Οὐκοῦν οὐ τῶν ἀτελῶν λοιπὸν ἡ ἐφημέριος τροφὴ· ἀλλὰ καὶ πάνυ τῶν τελείων τῷ ἀποδοθέντι ὅρῳ καὶ κανόνι. Καὶ εὖγε ὅτι πατρικῶς κεκανόνισται τὰ καθ᾽ ἡμᾶς· καὶ χαρισθείη ὑμῖν ἔτι καὶ ὑγεία σώματος καὶ ῥῶσις πνεύματος εἰς τὸ δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ· καὶ ἀναμένειν τὴν τελευταίαν ἡμέραν· ἐν ᾗ σὺν ἁγίοις ἐκλάμψοιτε ὡς ὁ ἥλιος, κληρονομοῦντες τὴν βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·