Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 56
ΚΑΤΗΧΗΣΙΣ Νϛ΄.
Τῇ κυριακῇ τῆς πρώτης ἑβδομάδος.
Περὶ τοῦ μὴ ὑπὲρ δύναμιν ἐκτείνεσθαι ἡμᾶς ἐν τοῖς κατὰ θεὸν σπουδάσμασι, καὶ τοῦ διατρέφειν τὴν ψυχὴν ἐν πνευματικοῖς θεωρήμασιν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ.
Ἐπειδὴ πᾶσα ἀρχὴ δύσκολος, καὶ ἡ ἀπαρχὴ τῆς νηστείας κατὰ τὴν ὑπαλλαγὴν τῶν βρωμάτων τε καὶ σπουδασμάτων δυσκολίαν τινα καὶ τραχύτητα ἐμποεῖ· τῇ ἐπιμονῇ δὲ καὶ τριβῇ καταῤῥαίζεται καὶ καταλεαίνεται. Διὰ τοῦτο καὶ γέγραπται. Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι· ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Διὸ καὶ ἡμεῖς ἀξιωθέντες παραβιβᾶσαι τὴν μίαν τῆς νηστείας ἑβδομάδα, προθυμότεροι πρὸς τὸ ἑξῆς διὰ τῆς πείρας γενώμεθα· εἰδότες ὅτι προθυμία ῥώννυσι τὴν ψυχὴν καὶ τὸ σῶμα, τὰ βαρέα κοῦφα ἐργαζομένη, καὶ τὰ δυσχερῆ εὐχερῆ· ὥσπερ τοὐναντίον ἡ ῥαθυμία, τὰ κοῦφα βαρέα, καὶ τὰ εὐχερῆ δυσχερῆ ποιοῦσα.
Μὴ μέν τοι ὑπὲρ δύναμιν τεινώμεθα ἐν τοῖς σπουδάσμασιν, ἀλλὰ μετὰ τοῦ πνευματικοῦ συντηρῶμεν καὶ τὸ ὑγιὲς τῆς ψυχῆς καὶ τοῦ σώματος. Τί γὰρ ὄφελος ἐξ ὑπαρχῆς σφοδρῶς βαδίζειν, καὶ θᾶττον καταπίπτειν; Ἀλλ᾽ ἢ μᾶλλον τετηρημένως, πρὸς τὴν διάτασιν ἀποσκοποῦντας τοῦ καταλύματος. Ἐπειδὴ δὲ τόνον ἔχουσα ἡ ἡμέρα ἀκηδείαν ἐμποιεῖν εἴωθεν. Ἀγαθαῖς ἀσχολίαις καὶ θεωρήμασι πνευματικοῖς διατρέφωμεν τὴν ψυχὴν· μὴ ἐν τοῖς κατὰ κόσμον, ἐν οἷς ματαιότης, σύγχυσις, ταλαιπωρία καὶ πικρία, ἀλλ᾽ ἐν οἷς γλυκύτης καὶ εὐφροσύνη. Ἐμνήσθην τοῦ θεοῦ, φησὶ, καὶ εὐφράνθην. Ἐπὶ θεὸν οὖν ὁ νοῦς ἡμῶν, ἐπὶ τὰ οὐράνια θεάματα, ἐπὶ τὰ κάλλη τοῦ παραδείσου, ἐπὶ τὰς μονὰς τὰς ἀϊδίους, ἐπὶ τὰς ἀγγελικὰς χοροστασίας, ἐπὶ τὴν ἐκεῖσε διαγωγήν. Ποῦ ποτε εἰσὶ αἱ ψυχαὶ καὶ τῶν δικαίων καὶ ἁμαρτωλῶν; Πῶς ἡ ἐπιφάνεια τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενήσεται, ἐν ᾗ κατὰ τὸ ἱερὸν λόγιον, οὐρανοὶ ῥοϊζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσόμενα λυθήσεται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται. Εἶτα πῶς μέλλει ἑκάστη τὸ σύζυγες σῶμα ἀναλαμβάνειν. Ποταπὴ ἡ συναγωγὴ ἐκείνη ἡ ἀπὸ Ἀδὰμ μέχρι συντελείας πολυάνθρωπος; Πηλίκον τὸ τοῦ Χριστοῦ φοβερὸν καὶ ὑπέρλαμπον ἡλίου αὐγὰς πρόσωπον; Ποταπῆς αὐτοῦ φωνῆς ἀκούσομεν; Τέλος, τίς ἡ ἀποκατάστασις τῶν τε δικαίων προσλαμβανομένων εἰς βασιλείαν οὐρανῶν, καὶ τῶν ἁμαρτωλῶν ἀποπεμπομένων εἰς τὰς αἰωνίους τιμωρίας;
Ταῦτα ἡμᾶς προσήκει, ἀδελφοὶ, μεριμνᾶν καὶ λογίζεσθαι, ὡς ἔξω κόσμου ὄντας, ὡς τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχοντας, καὶ οὐδὲν κοινὸν πρὸς τοὺς κατὰ σάρκα ζῶντας· ἐν οἷς ἔστι κατανύσσεσθαι, καὶ δακρύειν, καὶ φωτίζεσθαι. Τήν τε ἐντεῦθεν ζωὴν εἰρηνικὴν διάγειν, καὶ ἐλπίδας ἔχειν τῶν μελλόντων αἰωνίων ἀγαθῶν ἐπιτεύξεσθαι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.