Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 57
ΚΑΤΗΧΗΣΙΣ ΝΖ΄.
Τῇ τετάρτῃ τῆς δευτέρας ἑβδομάδος.
Περὶ τοῦ φυλάττειν τὴν ψυχὴν ἀπὸ φθοροποιῶν παθῶν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἐπειδὴ ἐνηστεύσαμεν τὴν πρώτην ἑβδομάδα, ἄλλο τι παρ᾽ ὃ ἦμεν, ἐφάνημεν ἀλλήλοις ἰσχνότεροί τε καὶ ἀχροώτεροι. Ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, καθὼς λέγει ὁ ἀπόστολος, ἀλλ᾽ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ὅπερ γάρ ἐστι ὁρᾶν τὸ σῶμα ὑπὸ τροφῆς εὔχοουν τε καὶ λελιπασμένον· τοῦτο διὰ τῆς ἐγκρατείας κατὰ ψυχὴν ἀκόλουθόν ἐστι ὑπολαμβάνειν, ὥστε ταπεινώσαντες τὸ σῶμα, τὸ κάλλος τῆς ψυχῆς περιεποιησάμεθα. Κάλλος ἐκεῖνο, ὃ ποθῶν ὁ ἅγιος Δαυΐδ, εὔχετο· Κύριε ἐν τῷ θελήματί σου παρέσχες τῷ κάλλει μου δύναμιν· Τούτῳ δὴ οὖν τῷ κάλλει καὶ ὁ μακάριος Παῦλος ἡρμῶσθαι ἡμᾶς τῷ Χριστῷ βεβαιοῖ· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ· οὕτως φθαρεῖ τὰ νοήματα ὑμῶν ὑπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Ὁρᾶς τῆς δωρεᾶς τὸ μέγεθος, ὅτι τὸν Χριστὸν νυμφίον ἔχειν ἠξιώμεθα. Βλέπεις τὸν ἁρμοστὴν· πῶς δεδοικώς ἐστιν ὑπὲρ τῆς ἡμετέρας ἀσφαλείας; Τοίνυν ἔοικεν ἡ ψυχὴ ἡμῶν κόρῃ τινι θαλαμευομένῃ· ὥσπερ οὖν ἐγκρατεύεται ἀπὸ ὄψεως ἀῤῥένων, εἴσω θαλάμων ἑαυτὴν ἐπέχουσα, πᾶσάν τε σπουδὴν ποιουμένη εἰς τὸ ἄφθορον ἑαυτὴν διατηρῆσαι, ἄχρις οὗ ἔλθῃ ὁ καιρὸς τῆς νυμφεύσεως αὐτῆς. Τὸν αὐτὸν δὴ τρόπον ὀφείλει καὶ ἡ ψυχὴ πάσῃ σπουδῇ φυλάττειν ἑαυτὴν καθαρὰν ἀπὸ τῶν φθοροποιῶν παθῶν τῆς ἁμαρτίας μέχρις αὐτῆς ἐξόδου· ἐφ᾽ ᾗ, ὥσπερ ἀπό τινος θαλάμου τοῦ σώματος, ἐξίουσα Εἰ μὲν εὐειδὴς ᾖ ταῖς ἀγαθαῖς πράξεσιν ἀπολάμπουσα, εὐφραίνοι μὲν ἂν τοὺς ἁγίους ἀγγέλους, καὶ μάλα εἰκότως· εἰ δὲ δυσειδὴς τῇ κακίᾳ, ἐπίχαρμα εἴη τοῖς δαίμοσιν εἰς ὀνειδισμὸν τοῦ Χριστοῦ· ὅπερ ἐλεεινὸν, καὶ λεγόμενον καὶ νοούμενον.
Τούτων οὖν ἕνεκα ὁ ὑποπιασμὸς τοῦ σώματος πάρεστι· διὰ ταῦτα ἡ σκληραγωγία, καθάπερ τις χαλινὸς ἀνακόπτουσα τὰς τῆς σαρκὸς ὁρμὰς, ἵνα μὴ τὸν ἡνίοχον νοῦν καταβάλλοι· οὐ κατὰ τὸν παρόντα καιρὸν μόνον, ἀλλὰ καὶ διὰ παντὸς τοῦ βίου. Τί γάρ ἐστιν ἡ ἀσκητικὴ ζωή; ἀλλ᾽ ἡ ἐγκράτεια παθῶν, ἐπιστατία τε λογισμῶν, καὶ διηνεκὴς πάλη πρὸς τοὺς ἀοράτους ἐχθρούς. Καὶ θλιπτικὰ μὲν ταῦτα, πῶς οὐχὶ τῇ σαρκί· ἀλλὰ τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθὰ γέγραπται, καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν, αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.
Οὐκοῦν διὰ τὰ μὴ βλεπόμενα ἀγαθὰ, εἰς ἃ ἐπιθυμοῦσιν οἱ ἄγγελοι παρακῦψαι, διὰ τὸν νυμφίον, ὃν ἡρμοσάμεθα Χριστὸν, παρακαλῶ καὶ δέομαι, ἀδελφοὶ, καθαρὰν τὴν ψυχὴν ἑαυτῶν διατηρῶμεν ἀπὸ πονηρῶν πράξεων, ἀπὸ λογισμῶν ῥυπαρῶν· οἳ κοινοῦσιν ἡμᾶς, καθὼς εἴρηκεν ὁ κύριος· Μὴ λογιζόμενοι τὸ κακὸν ὅλως. Ἐν γὰρ τῷ λογίζεσθαι, ὡς πῦρ ἡ ἐπιθυμία ἀνάπτεται· ἀλλὰ πόῤῥωθεν τῶν παθῶν ἱστάμενοι, κἀξαυτῆς προσβολῆς ἀποκρουόμενοι τὸν πειράζοντα· τοῖς τε ἀγαθοῖς ἔργοις τὴν ψυχὴν λαμπρύνοντες, αὐτῆς τῆς προκειμένης ἐγκρατείας ἐχόμενοι προθυμότερον· ὅπως καθαρῶς τῶν ἐνθένδε μεταχωρήσαντες, ἐν ἀνεκλαλήτῳ χαρᾷ πρὸς οὐρανὸν ἀπάρωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.