Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 58

ΚΑΤΗΧΗΣΙΣ ΝΗ΄.
Τῇ ἕκτῃ τῆς δευτέρας ἑβδομάδος.
Περὶ ὁμονοίας καὶ ἀγάπης, καὶ τοῦ ὑποῖσαι γενναίως τὰ ἐπίπονα τῆς ἀρετῆς ὑπὲρ τοῦ τυχεῖν βασιλείας οὐρανῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Χαίρω ἐφ᾽ ὑμῖν ὁ ταπεινὸς, ὅτι ἐν ὁμονοίᾳ πορεύεσθε, καὶ εἰρηνικῶς διεξάγεσθε, καὶ ὑπομονητικῶς τὸν τῆς νηστείας καιρὸν διαφέρετε. Καὶ τοῦτο τῆς σωτηρίας ὑμῶν· ἡλίκον γὰρ ἀγαθὸν ἐν συνοδίᾳ, εἰρήνῃ καὶ ὁμονοίᾳ, ἤδη ἐκποδὼν τῶν κακῶν γεγενημένων ἀταξίας καὶ ἀκαταστασίας, ἀντιλογίας καὶ καταλαλιᾶς, ἀνηκοίας καὶ ὑπερηφανίας, καὶ εἴ τινος οὖν ἄλλης πονηρίας; Οἱ τοιοῦτοι πρῶτον μὲν ἐφ᾽ ἑαυτοῖς τὸ ἀγαθὸν πορίζονται· ἔπειτα ἄλλοις προκείμενοι ἀρετῆς ὑπόδειγμα. Κἀντεῦθεν κερδαίνουσι τὰ μέγιστα· ὡς γὰρ τῶν σκανδάλων παραίτιοι τοῦ οὐαὶ κληρονόμοι· οὕτως οἱ τὴν ἀρετὴν παραθήγοντες, εὐλογίας κληρονόμοι.

Καὶ μή ποτε, ἀδελφοί μου, ἀποπέμποιμεν τῆς καλῆς καταστάσεως, καὶ τῆς ἐπαινουμένης διαγωγῆς· μηδὲ καταλήξωμεν τῆς τοῦ θεοῦ ἀγαπήσεως. Γέγραπται γὰρ· ἀγαπήσεις Κύριόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Ὁ οὖν οὕτως ἀγαπῶν, οὐ κορέννυται, οὐ καταπίπτει, οὐκ ἀκηδειᾷ μᾶλλον μὲν οὖν πῦρ πυρὶ προσλαμβάνεται· καὶ προθυμίᾳ προθυμίαν ἀνάπτει, ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθέμενος ἀρετῶν, καὶ ἐκ δυνάμεως εἰς δύναμιν πορευόμενος πνευματικὴν, καὶ τοῦτο ἀκαταλήκτως. Οὐκ ὁρᾶτε τοὺς κατὰ σάρκα πονοῦντας, πόσα πονοῦσιν ἐπὶ ματαίοις καὶ φθειρομένοις; Οὐκ ὁρᾶτε τοὺς κατ᾽ ὀφθαλμοὺς ὑμῶν ἐνταῦθα ὄντας ναυπηγοῦντας, πῶς ὁλημεροῦσιν ἐν τῷ κόπῳ, μὴ δέ τι οὖν διδόντες ἑαυτοῖς ἄνεσιν; Ὑπὲρ τίνος; Ἵνα βραχὺ χρυσίον κομίσωνται· ἵνα πρὸς οἰκείους τὰ κατὰ χρείαν ἀπενέγκωσιν. Ἡμεῖς δὲ ὑπὲρ τοῦ τὰ θεῖα πλουτῆσαι, ὑπὲρ τοῦ τυχεῖν βασιλείας οὐρανῶν, ὑπὲρ τοῦ ἀπολαῦσαι τῶν αἰωνίων ἀγαθῶν, ὑπὲρ τοῦ φυγεῖν τῶν αἰωνίων τιμωριῶν, οὐχ ὑποίσωμεν πάντα μετὰ πάσης προθυμίας καὶ διεγέρσεως; εἰ δέοι καὶ τὸ αἷμα προχεῖν, ἐτοίμως αὐτὸ προϊέμενοι διὰ Χριστόν;

Ναὶ, ἀδελφοί μου, παρακαλῶ· στῶμεν γενναίως τῇ ἐλπίδι, χαίροντες τῇ θλίψει, ὑπομένοντες τῇ προσευχῇ, καρτεροῦντες τοῖς ἐργοχείροις ἡμῶν, προσέχοντες ταῖς ψαλμωδίαις, ταῖς στιχολογίαις, ταῖς ἀναγνώσεσιν· ἵνα τῇ τοιαύτῃ ἀσχολίᾳ κατέχωμεν τὸν νοῦν, ἀποσπῶντες αὐτὸν τῆς ἐπὶ τὰ ματαῖα διατριβῆς. Ἐπειδὴ ἀργία μήτηρ κακίας, ἡ δὲ ἐργασία φυλακὴ νοός.

Μὴ μέν τοι διὰ ταῦτα ἐκτρέπωμεν τῆς καταστάσεως ἡμῶν, προθυμοτέραν δὲ τιθέμενοι τὴν ὑπακοὴν, τὴν εὐταξίαν, τὴν πρὸς τοῦ πλησίον ἀνάπαυσιν, καὶ τὰ ἄλλα πάντα, ὅσα συντελεῖ εἰς σωτηρίαν τῆς ψυχῆς ἡμῶν. Ἐπὶ πᾶσι προσευχόμενοι, καὶ ὑπὲρ τῶν ὧδε κἀκεῖσε ἀδελφῶν ἡμῶν· ἐπειδὴ πόνος μοι καὶ περὶ ἐκείνων μὴ ὁρῶντι κατ᾽ ὀφθαλμοὺς, ὅπως ἕκαστος διασώζηται. Οὐ μὴν ἀλλὰ καὶ ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ ὑπερευχόμενοι, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, καὶ βίος ἀδιάστροφος· ὡς ἂν ἑκατέρωθεν καὶ ἡμεῖς σωζοίμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ᾯ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·