Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 59

ΚΑΤΗΧΗΣΙΣ ΝΘ΄.
Τῇ κυριακῇ τῆς δευτέρας ἑβδομάδος.
Περὶ τοῦ ἠπίως καὶ εὐμαρῶς διανύειν ἡμᾶς τὰς ἡμέρας τῶν νηστειῶν ἐπ᾽ ἐλπίδι τῆς ἀτελευτήτου ζωῆς.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Καλὴ ἡ νηστεία, ἐὰν ἔχῃ τὰ ἰδιώματα αὐτῆς· ἅτινα ἐστὶ τὸ εἰρηνικὸν, τὸ πρᾶον, τὸ εὐκατάστατον, τὸ εὐήκοον, τὸ ταπεινὸν, τὸ συμπαθὲς, καὶ ὅσα ἄλλα εἴδη τῆς ἀρετῆς. Ὁ δὲ διάβολος σπεύδει ἐν τοῖς νηστεύουσι τὰ ἐναντία ὑποβάλλειν, καὶ ἀποδεικνύειν θρασεῖς, ὀργίλους, θυφώδεις, πεφυσιωμένους· ἵνα πλέον τοῦ κέρδους τὸ βλάβος ἀπεργάσηται. Ἀλλ᾽ ἡμεῖς τὰ νοήματα αὐτοῦ μὴ ἀγνοῶμεν· εἰρηνικῶς δὲ, καὶ ἠπίως, καὶ πράως, καὶ εὐσταθῶς διεξερχώμεθα, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, εἰδότες ὅτι αὕτη εὐπρόσδεκτος θεῷ. Ἐπεὶ οὐδ᾽ ἂν εἰς κρίκον κάμψῃς τὸν τράχηλόν σου, καὶ ὑποστρώσεις σεαυτῷ σάκκον καὶ σποδὸν, εἴης εὐάρεστος σαυτῷ, ἐκείνων μὴ παρόντων σοι· πάντως δὲ ὅτι καὶ ἡ νηστεία ὑπωπιάζει καὶ μαραίνει τὸ σῶμα, ἀλλὰ τὴν ψυχὴν εὐρύνειν καὶ ἀναθάλλειν μὴ ποιεῖ. Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεταί, φησι, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Καὶ τὸ παραυτίκα· Ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Ὥστε σκοποῦντες τὴν ἀνταπόδοσιν φέρωμεν τὰ ἐπίπονα τῆς ἀρετῆς μακροθύμως, εὐχαριστοῦντες τῷ θεῷ καὶ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων αὐτοῦ ἐν τῷ φωτὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.

Οὐχὶ καθ᾽ ἑκάστην ἡμέραν τοῦ ἀχράντου αὐτοῦ σώματος καὶ αἵματος μεταλαμβάνομεν; Τί δ᾽ ἂν εἴη τούτου ἡδύτερον, καὶ ἀπολαυστικώτερον, εἴπερ τοῖς μετὰ καθαροῦ συνειδότος μετέχουσι, ζωὴ αἰώνιος εὑρίσκεται; Οὐχὶ καθ᾽ ἑκάστην ὁμιλοῦμεν τῷ θείῳ Δαυῒδ καὶ τοῖς ἄλλοις ἁγίοις πατράσι διὰ τῶν ἀναγνωσμάτων ἀναλήψεως; Τί τούτου παραμυθικώτερον εἴη ἂν τῇ ψυχῇ; Οὐχὶ τῆς τοῦ κόσμου σχέσεως καὶ τῶν κατὰ σάρκα συγγενῶν διεῤῥήγμεθα; Τί τούτου πάλιν μακαριώτερον καὶ ὑψηλότερον; Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὖ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.

Ὥστε, ἀδελφοί μου, χαίρωμεν, καὶ ἀγαλλώμεθα διαπτύοντες πᾶσαν ἡδονὴν. Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε. Τὸ δὲ ἔργον τῆς ἀρετῆς μένει εἰς τὸν αἰῶνα.

Ναὶ, κακοπαθεῖ τις ἐν ὑμῖν; ὡς φησὶν ὁ Ἀδελφόθεος, προσευχέσθω· ἀθυμεῖ τίς; ψαλλέτω· πειράζεται τίς ὑπὸ πονηροῦ πάθους, ἐπείπερ ἀεὶ ἐνεργεῖ ὁ πειραστὴς· ὑπομεινάτω ἀκούων τοῦ λέγοντος· Μακάριος ὃς ὑπομείνει πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε ταῦτα, εἶπεν ὁ Κύριος· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·