Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 60

ΚΑΤΗΧΗΣΙΣ Ξ΄.
Τῇ τετάρτῃ τῆς τρίτης ἑβδομάδος.
Περὶ τῆς ἐνθένδε ἀθρόας μεταχωρήσεως. Καὶ διδασκαλία περὶ τοῦ ἀσφαλῶς τηρεῖν τὰς ἑαυτῶν αἰσθήσεις καὶ τὸν νοῦν ἀπὸ τῶν ἐκτόπων ἐπιθυμιῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἁγίου πατρὸς παρόντος καὶ διδασκάλου, οὐκ ὀφείλομεν διαλεχθῆναι· ἀλλ᾽ ὅμως διὰ τὴν συνήθειαν μικρόν τι εἴπωμεν. Ἡμέρᾳ καὶ ἡμέρᾳ ἡ ζωὴ ἡμῶν, ὡς ὁρᾶτε, ἀμείβεται· καὶ τῷ θανάτῳ πλησιάζομεν· καὶ δεῖ ἡμᾶς τῶν ἐνθένδε μεταχωρῆσαι, καὶ προστεθῆναι τοῖς ἀδελφοῖς καὶ πατράσιν ἡμῶν· ὥστε χρεία νήψεως πολλῆς καὶ προσοχῆς καὶ ἑτοιμασίας καρδίας.

Ἀκούωμεν ἀναγινωσκομένης τῆς ἱστορίας τοῦ κατακλυσμοῦ, καὶ τοῦ κυρίου ἐν εὐαγγελίοις λέγοντος, ὥσπερ ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἤσθιον, ἔπινον, ἐγάμουν, ἠγόραζον, ἐπώλουν, καὶ ἀφνιδίως ἐπέστη ὁ κατακλυσμός. Οὕτως καὶ ἐπὶ τῆς παρουσίας τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἔσται. Καὶ τάχα θαυμάζωμεν τοὺς τηνικαῦτα, πῶς ἀναλογήτως διέκειντο· καὶ οὐχὶ μᾶλλον ἔντρομοι καὶ ἔμφοβοι ὑπῆρχον. Σκοποῦμεν οὖν μὴ ὅπερ κατηγοροῦμεν, λάβωμεν ἡμεῖς ἐν τούτῳ τυγχάνοντες. Ἤδη οὐχὶ κυβωτὸς κατασκευάζεται, ἡ δι᾽ ἑκατὸν ἐτῶν ἀναπληρουμένη, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν ὁ τάφος ὁρᾶται πεπληρωμένος, εἰς ὃν εἰσδῦσαι μέλλομεν. Ἤδη καθ᾽ ἑκάστην ὁ θάνατος ἐνεργεῖται, ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἡμῶν ἀπιόντων, τῶν ἐκεῖσε μᾶλλον τὰ ἐνταῦθα φοβερώτερα· διὰ τοῦτο προσεκτέον· Καὶ οὐ λέγω, μὴ φάγωμεν, μὴ πίνωμεν, μὴ περιβαλώμεθα ἱμάτιον. Οὐ τοῦτο λέγω· ἀλλ᾽ εἴ τε τι ποιοῦμεν, πάντα εἰς δόξαν θεοῦ ποιῶμεν, ἵνα ἀπρόσκοποι γενόμενοι καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, καθὼς διδάσκει ὁ ἀπόστολος.

Ναὶ παρακαλῶ· καὶ ἀντιβολῶ, ἀδελφοί μου, πληρώσατέ μου τὴν χαρὰν, καθὼς πάλιν λέγει ὁ ἀπόστολος· ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι· τὸ ἓν φρονοῦντες, μηδὲν κατ᾽ ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· ἀσφαλισώμεθα τὰς αἰσθήσεις ἡμῶν· τὴν ὅρασιν, τὴν ἀκοὴν, τὴν ὄσφρησιν, τὴν γεῦσιν, τὴν ἁφὴν, δι᾽ ὧν ἀναβαίνει ὁ θάνατος. Χαλινώσωμεν τὸν νοῦν ἡμῶν, μὴ ἐκφέρεσθαι, εἰς ἃ μὴ δεῖ, μὴ δὲ κενεμβατεῖν εἰς ἔκτοπα, μηδὲ συλλαμβάνειν ἐπιθυμίας ἁμαρτητικὰς, ἐξ ὧν οὐδὲν ὠφελούμεθα, οὐδὲ ἡδονευόμεθα· τοὐναντίον δὲ μᾶλλον ὀδυνόμεθα, συντριβόμεθα, εἰς οὐδὲν χρήσιμον τελεσφοροῦντες.

Μία οὖν ἀνάπαυσις, καὶ μία ἡδονὴ καθαρεύειν τὴν ψυχὴν, καὶ πρὸς ἀπάθειαν ἀποβλέπειν. Καὶ ἀκηδιῶμεν ἐκκαλούμενοι πρὸς ἀναπαύσεις καὶ χαρὰν ἀπαθείας; Ἀλλὰ σπεύδωμεν καὶ διώκωμεν συντόνως ἐπιμελείᾳ κατορθοῦν πᾶν ἐλάττωμα. Καὶ θεὸς βοηθός· Ἐγγὺς γὰρ Κύριος τοῖς ὑπομένουσιν αὐτόν. Καὶ οὕτως πολιτευόμενοι τυχήσωμεν βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·