Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 7

ΚΑΤΗΧΗΣΙΣ Ζ΄.
Πρὸ τῆς Ἀναλήψεως.
Περὶ τῆς ἀναλήψεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ θεαρέστως ἀναστρέφεσθαι ἐν ἑαυτοῖς.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἐορτῶν ἑορτὴ ἡμῖν, καὶ ἡ ἐν προθύροις ἀνάληψις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὸ μυστήριον ἡλίκον τε καὶ ὑπερφυές. Ἀναλαμβάνεται γὰρ φησὶν, ἡ φύσις ἡμῶν εἰς τὰ ἐπέκεινα οὐρανοῦ, καθώς ἐστι γεγραμμένον. Χάριτι ἐστὲ σεσωσμένοι, καὶ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ὅς ἐστι ἐν δεξιᾷ τοῦ θεοῦ ὑπεράνω πάσης ἀρχῆς, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥ τίς ἐστι τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα αὐτοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Ὁρᾶτε τοίνυν εἰς οἷον ὕψος δόξης ἤρθη τὸ ἀνθρώπινον· οὐκ ἀπὸ γῆς εἰς οὐρανούς; οὐκ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν; Πόσα ἄν τις κάμοι ἵνα γένηται προσφιλὴς τῷ κάτω καὶ φθαρτῷ βασιλεῖ; ἀλλ᾽ ὅμως ἡμεῖς, καί τοι ὄντες ἀπηλλοτριωμένοι καὶ ἐχθροὶ τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, οὐ μόνον ἀπηκαταλλάγημεν τῷ θεῷ καὶ Πατρὶ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλὰ εἰς υἱότητα ἀνεδράμομεν. Καὶ νῦν ἐστιν ἡ φύσις ἡμῶν ἐν τοῖς οὐρανοῖς ὑπὸ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως προσκυνουμένη.

Τοιοῦτο δὴ τὸ μεγαλεῖον τῆς ἀφάτου φιλανθρωπίας τοῦ ἀγαθοῦ θεοῦ ἡμᾶν. Καὶ τοῦτο ἐννοήσας ὁ μακάριος ἀπόστολος ἐξεβόησεν. Τίς ἐστιν ἐλπὶς τῆς κλήσεως ἡμῶν, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις; καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ ἣν ἐνείργησεν ἐν τῷ Χριστῷ. Τί γὰρ καὶ γέγονεν; ἐλήλυθεν πρὸς ἡμᾶς ὁ ὑπεράγαθος διὰ γεννήσεως παρθενικῆς, ἐδούλευσε τοῖς κατηκοῦσι νόμοις τῆς φύσεως, ἀνῆλθεν ἐπὶ σταυρὸν προσηλώσας ἑαυτῷ τὸ καθ᾽ ἡμῶν χειρόγραφον, κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς λύσας τὰς ὀδύνας τοῦ θανάτου, καὶ συναναστήσας ἑαυτῷ τὸ ἀνθρώπινον, ἀνελήφθη ἐν δόξῃ τελευταῖον ἐμφανίσας ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πατρί.

Ταῦτα οὖν ἐστιν ὡς ἐν βραχέσιν εἰπεῖν, τὰ τῆς ἁγίας ἑορτῆς· καὶ ταῦτα ἀναθεωροῦντες ἀδελφοὶ, καὶ ὅτι σῶμα Χριστοῦ ἐσμὲν, αἰδεσθῶμεν τὴν δωρεὰν, φυλάξωμεν τὴν εὐγένειαν, μὴ προδώσωμεν τὴν χάριν, μὴ ποιήσωμεν τὰ τοῦ Χριστοῦ μέλη πόρνης μέλη· ἀλλ᾽ ἔτι ἀγνίσωμεν ἑαυτοὺς καὶ τοῖς λόγοις καὶ τοῖς πράξεσιν· ἔτι ἀποσχώμεθα τῶν σαρκικῶν ἐπιθυμειῶν, αἵ τινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ἡμῶν ἔχοντες καλὴν ἐν ἑαυτοῖς, εἰρηνικὴν, εὐπειθῆ, εὐήκοον, εὐταπείνωτον, εὐκάταστον. Καὶ αὕτη ἐστὶν ἡ μακαρία ζωή. Τρυφάς τε καὶ παίγνια, γέλωτάς τε καὶ ἀκρασίας καὶ ὅσα ἔκτοπα παραπεμπτέον τοῖς φιλοσάρκοις καὶ φιλοζώοις. Οἱ βλέποντες οὐ βλέπουσι, καὶ οἱ ἀκούοντες οὐκ ἀκούουσιν, πεπορωμένην ἔχοντες τὴν καρδίαν καὶ βεβαρημένα τὰ ὦτα εἰς τὸ διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ κακοῦ, τὸ φῶς ἀπὸ τοῦ σκότους, τὴν ζωὴν ἀπὸ τοῦ θανάτου· ἀλλ᾽ ἐφ᾽ ἕτοιμον βαδίζοντες τὸ πῦρ. Πῦρ γάρ ἐστιν ἡ ἐπιθυμία τῆς σαρκός· καὶ ὅμως ἀχαλινώτως τρέχουσι πρὸς αὐτήν· βόθρος ἔστιν ἡ φιλαργυρία· καὶ ὅμως βοθριζόμενοι οὐ καταλήγουσιν· αὐθαίρετον ἐφ᾽ ἑαυτοῖς ἐπισπώμενοι δαίμονα, καὶ ταλανίζεσθαι μᾶλλον ἢ μακαρίζεσθαι ὄντες ἔνδικοι· ὅτι τὰ ὄντως ἀγαθὰ παρωσάμενοι, τὰς ὀλλυμένας φθορὰς ἀντασπάζονται.

Ἡμεῖς δὲ, ἀδελφοὶ, κρατῶμεν τῆς ὁμολογίας, ἐν ᾗ ἑστήκαμεν· καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. Ἐχώμεθα τῆς ἀσκήσεως, ἧς ἐξήσκησαν οἱ ἅγιοι, καί γε ὁ νῦν ὑμνούμενος Παχώμιος ὁ μακάριος. Ὑγιῶς βλέπωμεν, ὑγιῶς ἀκούωμεν, ὑγιῶς ἁπτώμεθα· πᾶσι τοῖς μέλεσιν ὑγιῶς κεχρημένοι· καὶ τοῦ λόγου θεραπευταὶ ὑπάρχοντες, κληρονόμοι γενώμεθα κατ᾽ ἐπαγγελίαν ζωῆς τῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·