Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 61

ΚΑΤΗΧΗΣΙΣ ΞΑ΄.
Τῇ παρασκευῇ τρίτης ἑβδομάδος.
Ὅτι οὐ δεῖ ὑποβάλλειν ἑαυτοὺς ἐν τοῖς πειρασμοῖς· καὶ περὶ νηστείας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Χθὲς ταραχὴ, καὶ σήμερον ἡσυχία. Ἀλλ᾽ εὐλογητὸς ὁ θεὸς, ὃς καὶ τὸν πειρασμὸν διεσκέδασεν, καὶ ὑμᾶς ἐνεδυνάμωσεν ἀτρέπτους διαμεῖναι ἐν τῇ προσδοκίᾳ τῶν ἀπειλουμένων. Τοῦτο χριστιανῶν ἀληθινῶν· τοῦτο μοναχῶν ἀψευδῶν ἀεὶ παρασκευασμένως ἔχειν πρὸς τοὺς ὑπὲρ ἀρετῆς κινδύνους, καὶ μηδὲν τῆς τοῦ θεοῦ ἐντολῆς ἡγεῖσθαι προτιμότερον. Οἱ μὲν οὖν ἐληλυθότες εἶπον, ἃ εἶπον· καὶ ἀπῆλθον, οὐ μᾶλλον καταπλήξαντες, ἢ αἰδεσθέντες· ὑμῖν δὲ ὁ κύριος τὸν μισθὸν, ἀνθ᾽ ὧν προείλεσθε ὑπὲρ αὐτοῦ διωχθῆναι, παράσχοιεν αὐτοτελῆ. Καὶ γὰρ πλούσιος ὢν ἐν ἐλέει, οἶδε καὶ τὸ ἀπὸ προθέσεως μόνης στεφανοῦν τὸν προαιρούμενον τὸ ἀγαθόν. Οὐ μὴν ὁ πειρασμὸς διεσκεδάσθη· ἀλλ᾽ ἔτι καὶ ἔτι ἐπιμένει, καὶ μάλιστα, ὅτι καὶ πανταχοῦ διατάγματα ὑπὸ τῶν κρατούντων, μηδένα ὑπολειφθῆναι ἀμέτοχον τῆς αἱρετικῆς κοινωνίας. Διὸ ἀκουσώμεθα τοῦ ἀποστόλου λέγοντος· Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι· ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος εἰδέναι, πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἐν τούτοις γὰρ διδάσκει ἡμᾶς, μήτε ὡς ἔτυχεν, ἑαυτοὺς εἰς πειρασμοὺς ὑποβάλλειν, μήτε πάλιν ὑποσιωπᾶν τὸν τοῦ θεοῦ λόγον. Ἐὰν γὰρ ὑποστείληται, φησίν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Καὶ περὶ μὲν τούτων ἱκανῶς.

Ἤδη δὲ ἡ νηστεία προέκοψε· καὶ ἐπιβάλλει ἡμῖν, ἀδελφοὶ, ἔτι καὶ ἔτι προθύμως εἰς τὸ ἑξῆς ἐπείγεσθαι, καθὼς προαιρεῖται τίς μὴ ἐκ λύπης, ἢ μὴ ἐξ ἀνάγκης· ἱλαρόν γὰρ νηστευτὴν ἀγαπᾷ ὁ θεός. Πλὴν ὅτι ὁ κοινοβιακὸς κανὼν οὐκ ἀφίησιν ἕκαστον ἰδιοθελῶς ἄγεσθαι· ἀλλὰ τοῦτο κοινὸς ὅρος ἐγκρατείας ὑπηκόοις, ἡ τοῦ οἰκείου θελήματος ἐκκοπή.

Καλὸν οὖν ἡ νηστεία· ὅτι δαμάζει τὰ πάθη, καὶ ὑποτάσσει τὴν σάρκα πνεύματι. Καλὸν τὸ δάκρυον, ὅτι ἀποσμήχει καὶ ἀποπλύνει τὴν καρδίαν ἀπὸ ἁμαρτιῶν, καὶ καθαρὰν αὐτὴν παρίστησι τῷ κυρίῳ. Καλὸν ἡ προσευχή· ὅτι πτερεῖ τὸν νοῦν, καὶ συνόμιλον θεῷ ἀπεργάζεται. Καλὸν ἡ ἀγάπη, ὅτι πανταχοῦ τὸ καθ᾽ ἑαυτὸν παρορᾷ πρὸς τὸ τοῦ πλησίου συμφέρον. Καλὸν ἡ προθυμία, ὅτι κουφίζει τοὺς πόνους, καὶ νεαροπεῖ τὸ πνεῦμα· ὡς τὸν γέροντα νεάζειν παρασκευάζουσα. Τοιγαροῦν εὔθυμοι γενώμεθα, πρόθυμοι ἐσώμεθα. Καιρὸς οὖν ψαλμωδίας; προέλθωμεν σπουδαίως. Καιρὸς ἐργασίας; ἐργασώμεθα συντόνως. Καιρὸς ἡσυχίας; ἡσυχάσωμεν εὐλόγως. Καιρὸς λαλιᾶς; λαλήσωμεν ἐμμελῶς· καὶ ἁπλῶς εἰπεῖν, πάντα εὐσχημόνως, καὶ κατὰ τάξιν ποιοῦντες, καθὼς προστετάγμεθα, ἔξω τε θορύβου καὶ πάσης ἐρεσχελίας διαμένοντες. Τὸν γοῦν μέτρον τῶν γονυκλισιῶν ἐπιτελείσθω· καὶ ἡ συνήθεια στιχολογίας ἐκπληρούσθω, κατὰ τὴν ἑκάστου δύναμιν, συντηρουμένης καὶ τῆς ὑγείας τοῦ σώματος.

Καὶ ὁ θεὸς τῆς εἰρήνης ἀγάγοι ἡμᾶς καὶ εἰς τὴν κυρίαν τῶν ἡμερῶν, εἰς τὴν ἀνάστασιν τοῦ Χριστοῦ, ἀξιώσειέν τε τῆς βασιλείας τῶν οὐρανῶν· ὅπου οὐκέτι βρῶσις καὶ πόσις· ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ, καθὼς γέγραπται, ἐν Πνεύματι ἁγίῳ· οὗ μεταλάβοιμεν πλουσίως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·