Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 62
ΚΑΤΗΧΗΣΙΣ ΞΒ΄.
Εἰς τοὺς ἁγίους τεσσαράκοντα Μάρτυρας.
Περὶ τοῦ μιμεῖσθαι ἡμᾶς τὰ τοῦ Κυρίου παθήματα.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ὡς καλὸν ἡμῖν ἐγένετο ἡ ἀπὸ τούτου δὴ τοῦ μοναστηρίου διάστασις. Ἵνα τί γὰρ ἡ ἐλευθερία ἡμῶν κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; Καὶ ἵνα τί πρὸς τὸ μηδὲν ὀφελεῖν ἔτι καὶ ἑαυτοὺς λυμαινόμεθα; Ὠκονομήσαμεν οὖν ἐφ᾽ ὅσον ἐξῆν· καὶ καιρὸς παρεχώρει. Νῦν δὲ ἐπειδὴ καιροῦ καλοῦντος οὐ προείλαντο τὸν ὑπὲρ Χριστοῦ διωγμὸν, ὡς καί τινες ἄλλοι, ἀναγκαῖον ἀκούειν τοῦ προφήτου λέγοντος· Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε· λέγει κύριος. Εἰ δὲ ἄλλοι ἄλλως πράττουσιν ἐπὶ τῶν τοιούτων, αὐτοὶ ὑφέξουσι λόγον τῷ κυρίῳ ἐν ἡμέρᾳ κρίσεως· ἐμοὶ γὰρ δοκεῖ τὸ τοιούτοις συνυπάγεσθαι ἴσον ἐστὶ τῷ πρὸς τοὺς αἱρετικοὺς ἀδιαφορεῖν. Βλέπετε δὲ ὅτι ἡ διαστολὴ αὕτη συστέλλει ἡμᾶς ἀπὸ τοῦ κόσμου, καὶ συνελαύνει πρὸς θλίψιν, πρὸς στενοχωρίαν, πρὸς λιμὸν, πρὸς διωγμὸν, πρὸς φυλακὴν, πρὸς θάνατον. Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικᾶν ὀφείλομεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς θεοῦ· ὃς ὅταν ἴδῃ ψυχὴν διψῶσαν αὐτὸν, ἐνευροῖ αὐτὴν εἰς τὸ δύνασθαι ὑπενεγκεῖν τὰ ὑπὲρ αὐτοῦ παθήματα.
Καὶ μαρτυροῦσι μετὰ τῶν ἄλλων, καὶ οἱ ἅγιοι τεσσαράκοντα Μάρτυρες, ὧν τὴν μνήμην ἀρτίως πεποιήμεθα. Οὐ γὰρ ἔχοιμεν λέγειν· ὅτι ἄλλης ἔτυχον φύσεως, παρ᾽ ἣν ἔχομεν· ἀλλ᾽ ἐπειδὴ ἠγάπησαν τὸν θεὸν ἐν ἀληθινῇ καρδίᾳ, ἐνεδυναμώθησαν ἐν τῇ ἀσθενείᾳ αὐτῶν σαρκὶ καταπαλαῖσαι τὸν ἀόρατον ἐχθρὸν, καὶ τὸν τοιοῦτον καὶ τηλικοῦτον διατελέσαι ἀγῶνα, ὃν ᾄδουσι πάντες οἱ χριστιανοί. Καί γε μακάριος ὁ καταξιωθεὶς κοινωνῆσαι τοῖς τοῦ Χριστοῦ παθήμασι! Καὶ πῶς γοῦν; Ὁ δεδιωγμένος, ὅτι καὶ αὐτὸς ἐσυλλήφθη· ὁ συμμελισθεὶς, ὅτι καὶ αὐτὸς συμμελίσθη· ὁ ὀνειδισθεὶς, ὅτι καὶ αὐτὸς ὠνειδίσθη· ὁ μαστιγωθεὶς, ὅτι καὶ αὐτὸς ἐμαστίχθη· ὁ φυλακισθεὶς, ὅτι καὶ αὐτὸς ἐφυλακίσθη. Ἴδε καὶ πρός τι γέγραπται· Εἰ γὰρ συναποθάνομεν, καὶ συζήσομεν· εἰ συνυπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτόν γὰρ οὐ δύναται.
Ὁρᾶτε τὰς ἐπαγγελίας καὶ τὰς ἀπειλὰς· ποῖαι καὶ ἡλίκαι. Λοιπὸν οὖν, ἀδελφοὶ, σπεύσωμεν, ἀγωνισώμεθα μὴ καταισχυνθῆναι τὰ προδικνυόμενα ἐν χάριτι Χριστοῦ, τὰς ἐξορίας, τὰς φυλακὰς, τὰς μάστιγας. Καίτοι γε οὐ πάντες ἐφυλάχθημεν, οὐδὲ πάντες ἐμαστίχθημεν· ἀλλ᾽ ὅμως αὕτη ἡ κοινωνία τοῦ βίου, κοινωνία τῶν παθημάτων γίγνεται. Εἴτε γὰρ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.
Καὶ εἴη μέν γε ἐπὶ τὸ πλεῖον ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν, κεφαλὴν ἔχοντες τὸν Χριστὸν εἰς τὸ εὐαρεστεῖν θεῷ, εἰς τὸ τυχεῖν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.