Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 63

ΚΑΤΗΧΗΣΙΣ ΞΓ΄.
Εἰς τοὺς ἁγίους μάρτυρας τοὺς ἐν Βουλγαρίᾳ.
Ἱστορικὴ περὶ τῶν ἀναιρεθέντων ἐν Βουλγαρίᾳ χριστιανῶν ἐν τῇ ἁγίᾳ τεσσαρακοστῇ ἕνεκα τῆς κρεωφαγίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἐν τῇ παρούσῃ κατηχήσει βούλομαι ἡμᾶς ἀπὸ διηγήματος τινός προτρέψασθαι εἰς τὴν παράκλησιν.

Τὸ δὲ διήγημά ἐστι τοιοῦτον. Ἐν τῇ Βουλγαρίᾳ, ὡς ἐπείγγειλαν οἱ ἀκριβῶς εἰδότες, ἐξῆλθεν δόγμα πονηρὸν παρὰ τοῦ ἐκεῖσε κρατοῦντος, τοὺς ἐν αἰχμαλωσίᾳ χριστιανοὺς καὶ ἀδελφοὺς ἡμῶν κατὰ τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς κρεωφαγῆσαι· καὶ πειθομένους μὲν ἔνειν τὸ ζῇν, ἀπειθοῦντας δὲ ἀποκτείνεσθαι. Καὶ ὁ λόγος τοῦ δυσσεβοῦς ὑπερίσχυσε· καὶ ὁ λαὸς συνηθροίσθη. Καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολὺς σὺν γυναιξὶ καὶ τέκνοις, πῆ μὲν ἀντεχομένων τοῦ χριστιανοῦ νόμου, πῆ δὲ ὑποδειλιώντων τὸν τῆς σαρκὸς θάνατον. Τέλος, φεῦ τῆς ἐλεεινῆς ἀπαγγελίας, ἡττήθησαν ὑποβληθέντες τῷ ἀσεβεῖ προστάγματι. Δεκατέσσαρες γοῦν ἐξ αὐτῶν ἀποῤῥαγέντες ἔστησαν ἀπ᾽ ἐναντίας λέγοντες, μὴ εἴκειν, μηδὲ πείθεσθαι, μηδὲ παρὰ τὸν χριστιανικὸν νόμον κρεωφαγεῖν. Ἐν τούτοις προσβολαὶ, παρακλήσεις ὑπὸ τοῦ λαοῦ εἶξαι τῇ ἀνάγκῃ, μὴ ἀποθανεῖν ἁπλῶς, καὶ πάλιν διὰ μετανοίας ἀνακληθῆναι· τοὺς δὲ οὐδέν. Οὐδὲν ἦν τὸ πεῖθον καὶ μαλακίζον ἀποσκοποῦντας εἰς θεὸν, καὶ τὴν ἐν ἐπαγγελίαις ἀποκειμένην μακαριότητα.

Ὁ γοῦν Σκύθης ἐπεὶ εἶδεν ἀμείλικτον τὴν ἔνστασιν τῶν ἀνδρῶν, ἐσκόπησε δι᾽ ἑνὸς χειρώσασθαι τοὺς ἄλλους· καὶ τοῦτον κτείνας, εὐθὺς τὰ τέκνα αὐτοῦ καὶ τὴν γυναῖκα διένεμε τοῖς Σκύθαις δουλικῶς, ὡς ἂν ἐντεῦθεν καταμαλακισθέντες ἑλκυσθῶσιν οἱ ἄλλοι. Οἱ δὲ ἔμενον μᾶλλον ἀκαμπεῖς, ἐπιβοῶντες· Χριστιανοὶ ἐσμὲν, καὶ τῆς μερίδος τοῦ τεθνηκότος ἀδελφοῦ ἡμῶν. Ταύτῃ οὖν τῇ ὁμολογίᾳ ἀπετυμπανίσθησαν καὶ αὐτοὶ, τελειωθέντες ἐν κυρίῳ.

Ὁρᾶτε τοίνυν, ἀδελφοὶ, καὶ νῦν ἐνεργούμενον τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ θεοῦ. Ὁ φιλῶν, φησὶ, πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· Καὶ· Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ οὐκ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Καὶ πάλιν· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβηθῆτε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ὑπήκουσαν τοίνυν τῶν εὐαγγελικῶν προσταγμάτων, ἐπειθάρχησαν Κυρίῳ, καὶ ἀνεδήσαντο στέφανον μαρτυρίου, μιμησάμενοι τοὺς ἁγίους Μακκαβαίους· καὶ διπλασιάσαντες τὸν ἀριθμόν. Εἴπερ ἐκεῖνοι ἑπτὰ, οἱ δὲ δεκατέσσαρες· κἀκεῖνοι μὲν ὑπὲρ τοῦ μὴ γεύσασθαι ὑείων κρεῶν παρὰ τὸν νόμον· οἱ δὲ ὑπὲρ τοῦ μὴ μετασχεῖν τοῦ τυχόντος κρέατος παρὰ τὸν χριστιανικὸν κανόνα· ὅπερ δοκεῖ πῶς καὶ ἀκριβέστερον εἶναι· ὅτι ἐκείνοις μὲν πάντη ἀπηγόρευτο μετασχεῖν ὑὸς· τοῖς δὲ ἐξῆν κατὰ ἀνάγκην μεταλαβεῖν τοῦ τυχόντος κρέατος, καὶ μὴ κατακριθῆναι· καθὼς λέγει ὁ ἅγιος Βασίλειος. Ἀλλ᾽ ἐπειδὴ παρὰ Σκυθῶν ἡ προσαγωγὴ ἀποβλέπουσα πρὸς ἀθέτησιν τῆς πίστεως οὐκ ἠνέσχονται· ἀλλὰ πάντα δεύτερα ἡγήσαντο ὑπὲρ τῆς τοῦ Χριστοῦ ἀγάπης. Ὦ μακαρίων ἀνδρῶν. Ὦ μακαρίας πραγματείας! ἐν μιᾷ καιροῦ ῥοπῇ ἀνταλλάξασθαι αἰωνίους ἀναπαύσεις.

Τί φήσουσι πρὸς ταῦτα οἱ τὴν αἱρετικὴν κοινωνίαν μὴ λέγοντες εἶναι ἀθέτησιν; Εἰ γὰρ ἐκεῖ ἀθέτησις τοῦ λαοῦ ἐπὶ κρεωφαγίᾳ· πόσῳ γε μᾶλλον ὧδε ἐπὶ τῇ ἀσεβοθύτῳ κοινωνίᾳ; Ποῦ δὲ καὶ οἱ λέγοντες, μὴ εἶναι μαρτύριον ἐν τῇ Χριστοῦ εἰκόνι. Εἰ γὰρ ἐκεῖ μαρτύριον τοῖς μὴ κρεωφαγήσασιν· πόσῳ γε ὧδε μᾶλλον λαμπρότερον τὸ μαρτύριον τοῖς μὴ ἐξαρνησαμένοις; Ἀλλ᾽ ἐκεῖνοι μὲν ὡς σκοτεινοὶ ὄντες σκοτεινὰ καὶ φθέγγονται, τοῖς οἰκείοις συμπτώμασι συμποδίζειν καὶ ἄλλους πειρώμενοι.

Ἡμεῖς δὲ, ἀδελφοὶ, δοξάσωμεν τὸν ἀγαθὸν θεὸν ἡμῶν τὸν δοξάζοντα τοὺς δοξάζοντας αὐτὸν, ὃς καὶ τῇ γενεᾷ ταύτῃ ἀναδείκνυσι μάρτυρας· ἐκεῖνο ἐπιλογισάμενοι, ὅτι εἰ εὐτελεῖς ἄνθρωποι τὸ φαινόμενον, ὀλιγομαθεῖς, ὑπογύναιοι, καὶ ὑπότεκνοι, πάντα πρόωντο ὑπὲρ τῆς τοῦ Χριστοῦ ἀγάπης· πόσῳ γε μᾶλλον ὀφείλομεν ἡμεῖς οἱ ἄζυγες, καὶ ἔξω τοῦ κόσμου, καιροῦ καλοῦντος, ὁμόζηλοι τῶν ἁγίων γενέσθαι. Ἀλλὰ τοῦτο μὲν μιᾷ ἡμέρᾳ, καὶ ὅτε Χριστὸς καλέσει. Νῦν δὲ στῶμεν πρὸς τὸ κατὰ συνείδησιν καὶ διηνεκὲς μαρτύριον.

Μὴ κάμψωμεν γοῦν τῇ Βαὰλ, ἀδελφοί· μὴ δὲ ἐνδώσωμεν τυπτόμενοι ὑπὸ τῶν λογισμῶν. Μᾶλλον μὲν οὖν κατασβεννύωμεν τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τοῖς δάκρυσι, ταῖς δεήσεσι, ταῖς κατανύξεσι, τοῖς ἄλλοις ὑποπιασμοῖς τοῦ σώματος ἵνα ἐξῇ καὶ ἡμῖν σὺν τῷ ἀποστόλῳ λέγειν· Καθ᾽ ἡμέραν ἀποθνήσκω. Νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν καὶ μετὰ τοῦ ἁγίου Δαυῒδ· Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ὡς καταξιωθείημεν κληρονόμοι γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·