Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 64
ΚΑΤΗΧΗΣΙΣ ΞΔ΄.
Εἰς τὸν Εὐαγγελισμόν.
Περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ὅτι δεῖ πνευματικῶς ἑορτάζειν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ.
Εὐαγγελισμὸς πάρεστι, καὶ τῶν δεσποτικῶν ἑορτῶν ἔστιν ἡ πρώτη· καὶ ὀφείλομεν ἑορτάζειν, οὐχ ἁπλῶς, κατὰ τοὺς πολλοὺς· ἀλλὰ μετὰ κατανοήσεως, καὶ σεβάσματος τοῦ μυστηρίου.
Τί δὲ τὸ μυστήριον; Ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γίνεται, μέσῃ τῆ ἁγίᾳ παρθένῳ χρησάμενος, ἐν αὐτῇ τε οἰκήσας, καὶ ἐξ αὐτῆς ἑαυτῷ ναὸν ἀναπλάσας, καὶ τέλειος γενόμενος ἄνθρωπος. Διὰ τί; Ἵνα τοὺς ὑπὸ νόμου ἐξαγοράσῃ, καθὼς γέγραπται. Ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ἵνα μηκέτι ὦμεν δοῦλοι, ἀλλ᾽ ἐλεύθεροι· μηκέτι ἐμπαθεῖς, ἀλλ᾽ ἀπαθεῖς· μηκέτι φιλόκοσμοι, ἀλλὰ φιλόθεοι· μηκέτι κατὰ σάρκα περιπατοῦντες, ἀλλὰ κατὰ πνεῦμα. Οἱ γὰρ κατὰ σάρκα περιπατοῦντες τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος· τὸ δὲ φρόνημα τοῦ πνεύματος, ζωὴ καὶ εἰρήνη. Διότι τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.
Αὕτη ἐστι, ὡς ἐν συντόμῳ εἰπεῖν, τοῦ μυστηρίου ἡ δύναμις· καὶ διὰ ταῦτα ὀφείλομεν πνευματικῶς ἑορτάζειν, καὶ πνευματικῶς ἀναστρέφεσθαι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ἐν ἀγάπῃ, ἐν πραότητι, ἐν εἰρήνῃ, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ὡς ἂν μὴ κενὴν καὶ ἄπρακτον τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομίαν, τὸ καθ᾽ ἑαυτοὺς δεικνύωμεν.
Οὐ μὴν ἀλλὰ ὀφείλομεν καὶ προσεύχεσθαι, καὶ λυπεῖσθαι ὑπὲρ τοῦ κόσμου. Διὰ τί; Ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἦλθεν, ἵνα σώσῃ τὸν κόσμον· καὶ ὁ κόσμος ἀθετεῖ αὐτόν. Ἀθετοῦσιν αὐτὸν φυλαὶ καὶ γλῶσσαι· ἀθετοῦσιν αὐτὸν τὰ βάρβαρα ἔθνη· ἀθετοῦσιν αὐτὸν οἱ τὸ ὄνομα αὐτοῦ οὐκ ἐπικεκλημένοι τὸ ἅγιον, οἱ μὲν διὰ πίστεως ἐνδιαστρόφου, οἱ δὲ διὰ πονηροῦ βίου. Τί δὲ δεῖ ποιῆσαι, καὶ οὐκ ἐποίησεν; Θεὸς ὢν, ἄνθρωπος γέγονεν· ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· ἔδωκεν ἡμῖν ἐσθίειν τὸ σῶμα αὐτοῦ, καὶ πίνειν τὸ αἷμα αὐτοῦ· ἠξίωσεν ἡμῶν καλεῖσθαι πατὴρ, ἀδελφὸς, κεφαλὴ, διδάσκαλος, νυμφίος, συγκληρονόμος, τὰ ἄλλα πάντα, ἃ οὐκ ἔστιν εὔκαιρον λέγειν. Καὶ ὅμως ἀθετεῖται· καὶ ὅμως φέρει· Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσμον, ἀλλὰ ἵνα σώσω τὸν κόσμον.
Τί οὖν ἔστιν ἐν τούτοις εἰπεῖν, ἀδελφοί; Ὅτι οἱ γνήσιοι μαθηταὶ ἐν ταῖς ἀθετήσεσιν τῶν συμμαθητῶν λυποῦνται, δεικνῦντες τό τε πρὸς τὸν διδάσκαλον, καὶ τὸ πρὸς τοὺς μαθητὰς ἀγαπητικόν· ὡσαύτως καὶ οἱ γνήσιοι δοῦλοι ἐν ταῖς ἀποστασίαις τῶν ὁμοδούλων τὸ αὐτὸ πάσχουσιν. Διὰ τοῦτο προστάσσει ὁ μέγας Ἀπόστολος ποιεῖσθαι ἡμᾶς δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων. Αὐτὸς τοῦτο περὶ αὐτοῦ ἀλλαχοῦ λέγων. Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ, ὅτι λύπη μου ἔστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου· εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν κατὰ σάρκα. Εἶδες ἀγάπης δύναμιν; Εἶδες ὕψος φιλίας; Τοῦτο καὶ ὁ Μωϋσῆς φαίνεται πρὸς τὸν Θεὸν λέγων· Εἰ μὲν ἀφεὶς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου, ἧς ἔγραψας.
Οὕτως οὖν καὶ ἡμεῖς, ὡς γνήσιοι μαθηταὶ οὐ νόθοι, οὐ μόνον ὀφείλομεν τὸ καθ᾽ ἑαυτὸν σκοπεῖν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀδελφῶν, καὶ παντὸς τοῦ κόσμου καὶ λυπεῖσθαι, καὶ προσεύχεσθαι. Οὕτω γὰρ τὰ ἀρεστὰ κυρίῳ ποιοῦντες κληρονόμοι γενησώμεθα ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.